§7.14.1Αἰτωλοὺς διαπορεῖν.
...to doubt concerning the Aetolians.
ὧν ὁμολογουμένων εὐμαρὲς ἤδη συλλογίσασθαι τὴν διαφορὰν τῆς ἑκατέρου προαιρέσεως.
These things being admitted, it is now easy to infer the difference between the purpose of each.
§7.14.2καθάπερ γὰρ νῦν Φίλιππος πεισθεὶς Ἀράτῳ διεφύλαξε τὴν πρὸς Μεσσηνίους πίστιν ἐν τοῖς κατὰ τὴν ἄκραν, καὶ μεγάλῳ, τὸ δὴ λεγόμενον, ἕλκει τῷ προγεγονότι περὶ τὰς σφαγὰς μικρὸν ἴαμα προσέθηκεν, §7.14.3οὕτως ἐν τοῖς κατʼ Αἰτωλοὺς Δημητρίῳ κατακολουθήσας ἠσέβει μὲν εἰς τοὺς θεούς, τὰ καθιερωμένα τῶν ἀναθημάτων διαφθείρων, ἡμάρτανε δὲ περὶ τοὺς ἀνθρώπους, ὑπερβαίνων τοὺς τοῦ πολέμου νόμους, ἠστόχει δὲ τῆς σφετέρας προαιρέσεως, ἀπαραίτητον καὶ πικρὸν ἑαυτὸν ἀποδεικνύων ἐχθρὸν τοῖς διαφερομένοις.
For just as now Philip, persuaded by Aratus, preserved his faith toward the Messenians in the affair of the citadel, and applied a small remedy to the great wound, as the saying is, that had previously been made by the slaughters, so in the affair of the Aetolians, by following Demetrius, he committed impiety toward the gods by destroying the dedicated offerings, sinned against men by transgressing the laws of war, and missed his own purpose by showing himself an implacable and bitter enemy to his opponents.
§7.14.4ὁ δʼ αὐτὸς λόγος καὶ περὶ τῶν κατὰ Κρήτην·
The same argument applies also to the affairs of Crete.
καὶ γὰρ ἐπʼ ἐκείνων Ἀράτῳ μὲν καθηγεμόνι χρησάμενος περὶ τῶν ὅλων, οὐχ οἷον ἀδικήσας, ἀλλʼ οὐδὲ λυπήσας οὐδένα τῶν κατὰ τὴν νῆσον, ἅπαντας μὲν εἶχε τοὺς Κρηταιεῖς ὑποχειρίους, ἅπαντας δὲ τοὺς Ἕλληνας εἰς τὴν πρὸς αὑτὸν εὔνοιαν ἐπήγετο διὰ τὴν σεμνότητα τῆς προαιρέσεως.
For in that case too, by employing Aratus as his guide in all matters, far from wronging, he did not even vex any of the inhabitants of the island, and so held all the Cretans under his control, and won over all the Greeks to goodwill toward himself because of the dignity of his policy.
§7.14.5οὕτω πάλιν ἐπακολουθήσας Δημητρίῳ καὶ παραίτιος γενόμενος Μεσσηνίοις τῶν ἄρτι ῥηθέντων ἀτυχημάτων, ἅμα τὴν παρὰ τοῖς συμμάχοις εὔνοιαν καὶ τὴν παρὰ τοῖς ἄλλοις Ἕλλησιν ἀπέβαλε πίστιν.
So on the other hand, by following Demetrius and becoming the cause of the aforementioned misfortunes to the Messenians, he lost at one and the same time the goodwill of his allies and his credit among the rest of the Greeks.
§7.14.6τηλικαύτην τοῖς νέοις βασιλεῦσι ῥοπὴν ἔχει καὶ πρὸς ἀτυχίαν καὶ πρὸς ἐπανόρθωσιν τῆς ἀρχῆς ἡ τῶν παρεπομένων φίλων ἐκλογὴ καὶ κρίσις, ὑπὲρ ἧς οἱ πλείους οὐκ οἶδʼ ὅπως ῥᾳθυμοῦντες οὐδὲ τὴν ἐλαχίστην ποιοῦνται πρόνοιαν. [εχξ. πειρ. π. 17 ετ ινδε α 327, 20 ὅτι μεγάλην τοῖς νέοις β. ϝατ. π. 373 μ. 26, 24 η. ]
Of such great moment to young kings, both for the ruin and for the correction of their government, is the choice and judgment of the friends who attend them; concerning which most of them, I know not how, being negligent, do not make even the least provision.