§7.13.1ὅτι ὁ Ἄρατος, θεωρῶν τὸν Φίλιππον ὁμολογουμένως τόν τε πρὸς Ῥωμαίους ἀναλαμβάνοντα πόλεμον καὶ κατὰ τὴν πρὸς τοὺς συμμάχους αἵρεσιν ὁλοσχερῶς ἠλλοιωμένον, πολλὰς εἰσενεγκάμενος ἀπορίας καὶ σκήψεις μόλις ἀπετρέψατο τὸν Φίλιππον.
ὅτι アラトスは、フィリッポスが明らかにローマ人との戦争を開始し、同盟者に対する態度においても完全に変化してしまっているのを見て、多くの困難な問題や留保を提起することによって、かろうじてフィリッポスを思いとどまらせた。
§7.13.2ἡμεῖς δέ, τοῦ κατὰ τὴν πέμπτην βύβλον ἡμῖν ἐν ἐπαγγελίᾳ καὶ φάσει μόνον εἰρημένου νῦν διʼ αὐτῶν τῶν πραγμάτων τὴν πίστιν εἰληφότος, βουλόμεθα προσαναμνῆσαι τοὺς συνεφιστάνοντας τῇ πραγματείᾳ, πρὸς τὸ μηδεμίαν τῶν ἀποφάσεων ἀναπόδεικτον μηδʼ ἀμφισβητουμένην καταλιπεῖν.
ἡμεῖς δέ しかし我々は、第5巻において我々が単に約束と表明の中でのみ語っていたことが、今や事態そのものによって確証を得たので、我々の表明がいずれも証明されないまま、あるいは異論の余地を残したままにされないようにするために、この著作に注意を向けている読者に改めて思い起こさせたいと思う。
§7.13.3καθʼ ὃν γὰρ καιρὸν ἐξηγούμενοι τὸν Αἰτωλικὸν πόλεμον ἐπὶ τοῦτο τὸ μέρος τῆς διηγήσεως ἐπέστημεν, ἐν ᾧ Φίλιππον ἔφαμεν τὰς ἐν Θέρμῳ στοὰς καὶ τὰ λοιπὰ τῶν ἀναθημάτων θυμικώτερον καταφθεῖραι, καὶ δεῖν τούτων τὴν αἰτίαν οὐχ οὕτως ἐπὶ τὸν βασιλέα διὰ τὴν ἡλικίαν ὡς ἐπὶ τοὺς συνόντας αὐτῷ φίλους ἀναφέρειν, §7.13.4τότε περὶ μὲν Ἀράτου τὸν βίον ἐφήσαμεν ἀπολογεῖσθαι τὸ μηδὲν ἂν ποιῆσαι μοχθηρόν, Δημητρίου δὲ τοῦ Φαρίου τὴν τοιαύτην εἶναι προαίρεσιν.
καθʼ ὃν γὰρ というのも、我々がアイトリア戦争について叙述しながら、記述のこの部分に至り、その中で、フィリッポスがテルモスの柱廊やその他の奉納品を激昂のあまり破壊したこと、そしてその原因は王の年齢のゆえに彼自身に帰するよりはむしろ彼を取り巻く友人たちに帰するべきであると述べた時、 τότε まさにその時、アラトスに関しては、彼の生涯が彼に邪悪なことは何一つ行わなかったであろうと弁護していると述べ、他方ファロスのデメトリオスに関しては、そのような方針を持っていたと述べたからである。
§7.13.5δῆλον δὲ τοῦτο ποιήσειν ἐπηγγειλάμεθα διὰ τῶν ἑξῆς ῥηθησομένων, εἰς τοῦτον ὑπερθέμενοι τὸν καιρὸν τὴν πίστιν τῆς προρρηθείσης ἀποφάσεως,
δῆλον δὲ そして我々は、前述の表明の証明をこの機会まで延期し、以下に語られる事柄を通じて、このことを明らかにするであろうと約束した。
§7.13.6ἐν ᾧ παρὰ μίαν ἡμέραν Δημητρίου μὲν παρόντος, ὡς ἀρτίως ὑπὲρ τῶν κατὰ Μεσσηνίους ὑπεδείξαμεν, Ἀράτου δὲ καθυστερήσαντος, ἤρξατο Φίλιππος ἅπτεσθαι τῶν μεγίστων ἀσεβημάτων.
ἐν ᾧ その機会において、我々が先ほどメッセニア人の件に関して示した通り、わずか一日の差でデメトリオスが居合わせた一方で、アラトスが遅れたため、フィリッポスは最大の不敬な行為に手を染め始めた。
§7.13.7καὶ καθάπερ ἂν ἐγγευσάμενος αἵματος ἀνθρωπείου καὶ τοῦ φονεύειν καὶ παρασπονδεῖν τοὺς συμμάχους, οὐ λύκος ἐξ ἀνθρώπου κατὰ τὸν Ἀρκαδικὸν μῦθον, ὥς φησιν ὁ Πλάτων, ἀλλὰ τύραννος ἐκ βασιλέως ἀπέβη πικρός.
καὶ καθάπερ そして、あたかも人間の血、すなわち同盟者を殺害し信義を破ることを一度味わってしまったかのように、プラトンが言うアルカディアの神話に従って人間から狼になったのではなく、王から残忍な僭主へと変化したのである。
§7.13.8τούτου δʼ ἐναργέστερον ἔτι δεῖγμα τῆς ἑκατέρου γνώμης τὸ περὶ τῆς ἄκρας συμβούλευμα πρὸς τὸ μηδὲ περὶ τῶν κατʼ
τούτου δʼ これについて、また両者の考えについてのさらに明確な証拠は、あの砦をめぐる助言であり、それは〜についてさえも...しないためのものであり……