§6.8.1δύνασθαι φέρειν τὰς τῶν ἐφεστώτων ὕβρεις.
(……そうした人々は最も)支配者たちの不遜さに耐えることができない(からである)。
τοῦ δὲ πλήθους, ὅτε λάβοι προστάτας, συνεπισχύοντος κατὰ τῶν ἡγουμένων διὰ τὰς προειρημένας αἰτίας, τὸ μὲν τῆς βασιλείας καὶ μοναρχίας εἶδος ἄρδην ἀνῃρεῖτο, τὸ δὲ τῆς ἀριστοκρατίας αὖθις ἀρχὴν ἐλάμβανε καὶ γένεσιν.
大衆が、指導者を得たとき、前述の理由によって支配者たちに対してともに立ち上がったため、王政や独裁政の形態は根底から破棄され、今度は貴族政がその始まりと発生を迎えた。
§6.8.2τοῖς γὰρ καταλύσασι τοὺς μονάρχους οἷον εἰ χάριν ἐκ χειρὸς ἀποδιδόντες οἱ πολλοὶ τούτοις ἐχρῶντο προστάταις καὶ τούτοις ἐπέτρεπον περὶ σφῶν.
というのも、大衆は独裁者を打倒した人々に対して、あたかも手ずから返礼をするかのように、彼らを指導者として仰ぎ、彼らに自分たちの事柄を委ねたからである。
§6.8.3οἱ δὲ τὸ μὲν πρῶτον ἀσμενίζοντες τὴν ἐπιτροπὴν οὐδὲν προυργιαίτερον ἐποιοῦντο τοῦ κοινῇ συμφέροντος, καὶ κηδεμονικῶς καὶ φυλακτικῶς ἕκαστα χειρίζοντες καὶ τὰ κατʼ ἰδίαν καὶ τὰ κοινὰ τοῦ πλήθους.
彼らは最初は喜んでこの委託を引き受け、共同の利益よりも先決なものは何もないとし、大衆の私的な事柄も公的な事柄も、それぞれ保護し見守るように処理した。
§6.8.4ὅτε δὲ διαδέξαιντο πάλιν παῖδες παρὰ πατέρων τὴν τοιαύτην ἐξουσίαν, ἄπειροι μὲν ὄντες κακῶν, ἄπειροι δὲ καθόλου πολιτικῆς ἰσότητος καὶ παρρησίας, τεθραμμένοι δʼ ἐξ ἀρχῆς ἐν ταῖς τῶν πατέρων ἐξουσίαις καὶ προαγωγαῖς, §6.8.5ὁρμήσαντες οἱ μὲν ἐπὶ πλεονεξίαν καὶ φιλαργυρίαν ἄδικον, οἱ δʼ ἐπὶ μέθας καὶ τὰς ἅμα ταύταις ἀπλήστους εὐωχίας, οἱ δʼ ἐπὶ τὰς τῶν γυναικῶν ὕβρεις καὶ παίδων ἁρπαγάς, μετέστησαν μὲν τὴν ἀριστοκρατίαν εἰς ὀλιγαρχίαν,
しかし、再び子供たちが父親からそのような権力を受け継いだとき、彼らは苦難を経験したことがなく、市民的な平等や言論の自由をまったく知らず、最初から父親たちの権力と優遇のなかで育てられていたため、ある者は貪欲や不正な金銭欲に走り、ある者は泥酔とそれに伴う飽くなき宴楽に走り、またある者は女たちへの凌辱や少年たちの略奪に走り、貴族政を寡頭政へと移行させた。
§6.8.6ταχὺ δὲ κατεσκεύασαν ἐν τοῖς πλήθεσι πάλιν τὰ παραπλήσια τοῖς ἄρτι ῥηθεῖσι·
そして、彼らは大衆の間に、先ほど述べたのと同様の状況を速やかに作り出した。
διὸ καὶ παραπλήσιον συνέβαινε τὸ τέλος αὐτῶν γίνεσθαι τῆς καταστροφῆς τοῖς περὶ τοὺς τυράννους ἀτυχή
それゆえ、彼らの破滅の結末も、僭主たちをめぐる不幸な出来事と[同様になるのが常であった]……