§6.9.1μασιν.
[不幸な出来]事に。
ἐπειδὰν γάρ τις συνθεασάμενος τὸν φθόνον καὶ τὸ μῖσος κατʼ αὐτῶν τὸ παρὰ τοῖς πολίταις ὑπάρχον, κἄπειτα θαρρήσῃ λέγειν ἢ πράττειν τι κατὰ τῶν προεστώτων, πᾶν ἕτοιμον καὶ συνεργὸν λαμβάνει τὸ πλῆθος.
というのも、誰かが市民たちの間にある彼らに対する嫉妬と憎悪を観察し、それから指導者たちに敵対して何かを語り、あるいは行う勇気を持つとき、大衆を全面的に味方であり協力者として得るからである。
§6.9.2λοιπὸν οὓς μὲν φονεύσαντες, οὓς δὲ φυγαδεύσαντες, οὔτε βασιλέα προΐστασθαι τολμῶσιν, ἔτι δεδιότες τὴν τῶν πρότερον ἀδικίαν, οὔτε πλείοσιν ἐπιτρέπειν τὰ κοινὰ θαρροῦσι, παρὰ πόδας αὐτοῖς οὔσης τῆς πρότερον ἀγνοίας,
その結果、ある人々を殺害し、またある人々を追放した彼らは、かつての支配者たちの不遜をなおも恐れるあまり、王を戴く勇気も持てず、かつての無分別が彼らの目の前にあるため、多数の者に公務を委ねる大胆さも持てない。
§6.9.3μόνης δὲ σφίσι καταλειπομένης ἐλπίδος ἀκεραίου τῆς ἐν αὑτοῖς ἐπὶ ταύτην καταφέρονται, καὶ τὴν μὲν πολιτείαν ἐξ ὀλιγαρχικῆς δημοκρατίαν ἐποίησαν, τὴν δὲ τῶν κοινῶν πρόνοιαν καὶ πίστιν εἰς σφᾶς αὐτοὺς ἀνέλαβον.
ただ、自分たち自身に対する損なわれていない希望だけが残されているため、これに身を委ね、国制を寡頭政から民主政へと変更し、公共の事柄の管理と信頼を自分たちの手に引き受けた。
§6.9.4καὶ μέχρι μὲν ἂν ἔτι σῴζωνταί τινες τῶν ὑπεροχῆς καὶ δυναστείας πεῖραν εἰληφότων, ἀσμενίζοντες τῇ παρούσῃ καταστάσει περὶ πλείστου ποιοῦνται τὴν ἰσηγορίαν καὶ τὴν παρρησίαν·
そして、優れた地位や権力を経験したことのある人々がまだ生き残っている限り、彼らは現在の体制を喜び、法の下の平等と言論の自由を最も重んじる。
§6.9.5ὅταν δʼ ἐπιγένωνται νέοι καὶ παισὶ παίδων πάλιν ἡ δημοκρατία παραδοθῇ, τότʼ οὐκέτι διὰ τὸ σύνηθες ἐν μεγάλῳ τιθέμενοι τὸ τῆς ἰσηγορίας καὶ παρρησίας ζητοῦσι πλέον ἔχειν τῶν πολλῶν·
しかし、若者たちが台頭し、民主政が再び子々孫々へと引き渡されると、その時、もはや慣れ親しんでいるために法の下の平等と言論の自由を大したものとは見なさず、大衆より多くを得ることを求めるようになる。
μάλιστα δʼ εἰς τοῦτʼ ἐμπίπτουσιν οἱ ταῖς οὐσίαις ὑπερέχοντες.
そして、とりわけ財産において勝る者たちがこの状態に陥るのである。
§6.9.6λοιπὸν ὅταν ὁρμήσωσιν ἐπὶ τὸ φιλαρχεῖν καὶ μὴ δύνωνται διʼ αὑτῶν καὶ διὰ τῆς ἰδίας ἀρετῆς τυγχάνειν τούτων, διαφθείρουσι τὰς οὐσίας, δελεάζοντες καὶ λυμαινόμενοι τὰ πλήθη κατὰ πάντα τρόπον.
その結果、彼らが支配権を熱望するようになり、自分たち自身や自身の徳を通じてそれを得ることができなくなると、あらゆる手段で大衆を誘惑し、堕落させて、自らの財産を浪費する。
§6.9.7ἐξ ὧν ὅταν ἅπαξ δωροδόκους καὶ δωροφάγους κατασκευάσωσι τοὺς πολλοὺς διὰ τὴν ἄφρονα δοξοφαγίαν, τότʼ ἤδη πάλιν τὸ μὲν τῆς δημοκρατίας καταλύεται, μεθίσταται δʼ εἰς βίαν καὶ χειροκρατίαν ἡ δημοκρατία.
これによって、彼らが愚かな名誉欲のために一度大衆を賄賂を受け取り、賄賂を貪る者に変えてしまうと、その時すでに民主政は再び崩壊し、民主政は暴力と腕力による支配へと移行する。
§6.9.8συνειθισμένον γὰρ τὸ πλῆθος ἐσθίειν τὰ ἀλλότρια καὶ τὰς ἐλπίδας ἔχειν τοῦ ζῆν ἐπὶ τοῖς τῶν πέλας, ὅταν λάβῃ προστάτην μεγαλόφρονα καὶ τολμηρόν, ἐκκλειόμενον δὲ διὰ πενίαν τῶν ἐν τῇ πολιτείᾳ τιμίων, τότε δὴ χειροκρατίαν ἀποτελεῖ, §6.9.9καὶ τότε συναθροιζόμενον ποιεῖ σφαγάς, φυγάς, γῆς ἀναδασμούς, ἕως ἂν ἀποτεθηριωμένον πάλιν εὕρῃ δεσπότην καὶ μόναρχον.
というのも、他人のものを貪り食い、隣人の財産を頼りにして生きることに慣れてしまった大衆は、志が高く大胆であるが、貧しさゆえに国家の官職から排除されている指導者を得るとき、まさにそのとき、腕力による支配を完成させ、そしてそのとき、団結して、殺戮や追放、土地の再分配を行い、ついには再び野獣化して主人にして独裁者を見出すことになる。
αὕτη πολιτειῶν ἀνακύκλωσις, §6.9.10αὕτη φύσεως οἰκονομία, καθʼ ἣν μεταβάλλει καὶ μεθίσταται καὶ πάλιν εἰς αὑτὰ καταντᾷ τὰ κατὰ τὰς πολιτείας.
これが国制の循環であり、これが自然の秩序であって、これに従って国制に関する事柄は変化し、移行し、そして再び自己へと戻ってくるのである。
§6.9.11ταῦτά τις σαφῶς ἐπεγνωκὼς χρόνοις μὲν ἴσως διαμαρτήσεται λέγων ὑπὲρ τοῦ μέλλοντος περὶ πολιτείας, τὸ δὲ ποῦ τῆς αὐξήσεως ἕκαστόν ἐστιν ἢ τῆς φθορᾶς ἢ ποῦ μεταστήσεται σπανίως ἂν διασφάλλοιτο, χωρὶς ὀργῆς ἢ φθόνου ποιούμενος τὴν ἀπόφασιν.
これらのことを明確に認識している者は、ある国制の未来について語る際、その時期についてはおそらく誤ることもあるかもしれないが、怒りや嫉妬を交えずに判断を下す限り、それが成長あるいは衰退のどの段階にあるのか、あるいはどこへ移行するのかについては、めったに誤ることはないであろう。
§6.9.12καὶ μὴν περί γε τῆς Ῥωμαίων πολιτείας κατὰ ταύτην τὴν ἐπίστασιν μάλιστʼ ἂν ἔλθοιμεν εἰς γνῶσιν καὶ τῆς συστάσεως καὶ τῆς αὐξήσεως καὶ τῆς ἀκμῆς, ὁμοίως δὲ καὶ τῆς εἰς τοὔμπαλιν ἐσομένης ἐκ τούτων μεταβολῆς·
さらに、ローマ人の国制についても、この観察に従うことで、その成立、成長、最盛期、そして同様に、これらから生じる逆方向への変化を、最もよく理解することができるであろう。
§6.9.13εἰ γάρ τινα καὶ ἑτέραν πολιτείαν, ὡς ἀρτίως εἶπα, καὶ ταύτην συμβαίνει, κατὰ φύσιν ἀπʼ ἀρχῆς ἔχουσαν τὴν σύστασιν καὶ τὴν αὔξησιν, κατὰ φύσιν ἕξειν καὶ τὴν εἰς τἀναντία μεταβολήν.
なぜなら、もし他のどの国制がそうであるとしても、先ほど言ったように、この国制もまた、自然に従ってその成立と成長を当初から遂げており、自然に従ってその反対方向への変化をも迎えることになるからである。
§6.9.14σκοπεῖν δʼ ἐξέσται διὰ τῶν μετὰ ταῦτα ῥηθησομένων.
それは、これ以降に述べられる事柄を通じて考察することが可能である。