§6.7.1μονίαν ὁ λογισμός.
(理性がその指導)権(を引き継ぐときである)。
αὕτη καλοῦ καὶ δικαίου πρώτη παρʼ ἀνθρώποις κατὰ φύσιν ἔννοια καὶ τῶν ἐναντίων τούτοις, αὕτη βασιλείας ἀληθινῆς ἀρχὴ καὶ γένεσις.
これが、人間の間における、美と正義、およびこれらと反対のものについての、自然に従った最初の概念であり、これが真の王政の始まりであり発生である。
§6.7.2οὐ γὰρ μόνον αὐτοῖς, ἀλλὰ καὶ τοῖς ἐκ τούτων οἱ πολλοὶ διαφυλάττουσι τὰς ἀρχάς, πεπεισμένοι τοὺς ἐκ τοιούτων γεγονότας καὶ τραφέντας ὑπὸ τοιούτοις παραπλησίους ἕξειν καὶ τὰς προαιρέσεις.
というのも、大衆は彼らに対してだけでなく、その子孫に対しても支配権を維持するからであり、それは、そのような人々から生まれ、そのような人々の下で育てられた者たちは、その志向も同様のものを持つであろうと確信しているからである。
§6.7.3ἐὰν δέ ποτε τοῖς ἐγγόνοις δυσαρεστήσωσι, ποιοῦνται μετὰ ταῦτα τὴν αἵρεσιν τῶν ἀρχόντων καὶ βασιλέων οὐκέτι κατὰ τὰς σωματικὰς καὶ θυμικὰς δυνάμεις, ἀλλὰ κατὰ τὰς τῆς γνώμης καὶ τοῦ λογισμοῦ διαφοράς, πεῖραν εἰληφότες ἐπʼ αὐτῶν τῶν ἔργων τῆς ἐξ ἀμφοῖν παραλλαγῆς.
しかし、もし彼らがいつかその子孫たちに不満を抱くようになれば、そののち彼らは支配者や王たちの選出を行うが、もはや肉体的あるいは感情的な力によるのではなく、判断力と理性の違いに従って行う。 彼らは両者の間の相違を、実際の行動において経験したからである。
§6.7.4τὸ μὲν οὖν παλαιὸν ἐνεγήρασκον ταῖς βασιλείαις οἱ κριθέντες ἅπαξ καὶ τυχόντες τῆς ἐξουσίας ταύτης, τόπους τε διαφέροντας ὀχυρούμενοι καὶ τειχίζοντες καὶ χώραν κατακτώμενοι, τὸ μὲν τῆς ἀσφαλείας χάριν, τὸ δὲ τῆς δαψιλείας τῶν ἐπιτηδείων τοῖς ὑποτεταγμένοις·
それゆえ、かつては一度選ばれてこの権力を得た人々が、王位のうちに老いていった。 彼らは優れた場所を要塞化し、壁で囲み、土地を獲得したが、それは一方では安全のためであり、他方では被支配者たちのための生活必需品の豊かさのためであった。
§6.7.5ἅμα δὲ περὶ ταῦτα σπουδάζοντες ἐκτὸς ἦσαν πάσης διαβολῆς καὶ φθόνου διὰ τὸ μήτε περὶ τὴν ἐσθῆτα μεγάλας ποιεῖσθαι τὰς παραλλαγὰς μήτε περὶ τὴν βρῶσιν καὶ πόσιν, ἀλλὰ παραπλήσιον ἔχειν τὴν βιοτείαν τοῖς ἄλλοις, ὁμόσε ποιούμενοι τοῖς πολλοῖς ἀεὶ τὴν δίαιταν. §6.7.6ἐπεὶ δʼ ἐκ διαδοχῆς καὶ κατὰ γένος τὰς ἀρχὰς παραλαμβάνοντες ἕτοιμα μὲν εἶχον ἤδη τὰ πρὸς τὴν ἀσφάλειαν, ἕτοιμα δὲ καὶ πλείω τῶν ἱκανῶν τὰ πρὸς τὴν τροφήν, §6.7.7τότε δὴ ταῖς ἐπιθυμίαις ἑπόμενοι διὰ τὴν περιουσίαν ἐξάλλους μὲν ἐσθῆτας ὑπέλαβον δεῖν ἔχειν τοὺς ἡγουμένους τῶν ὑποταττομένων, ἐξάλλους δὲ καὶ ποικίλας τὰς περὶ τὴν τροφὴν ἀπολαύσεις καὶ παρασκευάς, ἀναντιρρήτους δὲ καὶ παρὰ τῶν μὴ προσηκόντων τὰς τῶν ἀφροδισίων χρείας καὶ συνουσίας.
そして同時に、これらのことに熱心に取り組んでいる間、彼らはあらゆる中傷や羨望から免れていた。なぜなら、衣服に関しても、食べ物や飲み物に関しても大きな違いを設けず、他の人々と同じような生活を送り、常に大衆と生活様式を共にしていたからである。しかし、世襲によって、また家系に従って支配権を受け継ぐようになり、安全のための手段はすでに用意されており、また生活のための手段も十分な量を超えて用意されていたとき、まさにそのとき、彼らは富のゆえに欲望に従うようになり、支配者たちは被支配者たちよりも際立って異なる衣服を、また食べ物に関しても格別で多様な楽しみと準備を、さらにふさわしくない相手からであっても、反論を許さない性的な交わりと結合を持つべきだと考えるようになった。
§6.7.8ἐφʼ οἷς μὲν φθόνου γενομένου καὶ προσκοπῆς, ἐφʼ οἷς δὲ μίσους ἐκκαιομένου καὶ δυσμενικῆς ὀργῆς, ἐγένετο μὲν ἐκ τῆς βασιλείας τυραννίς, ἀρχὴ δὲ καταλύσεως ἐγεννᾶτο καὶ σύστασις ἐπιβουλῆς τοῖς ἡγουμένοις·
これらに対し、一方では羨望と反感が生まれ、他方では憎悪と敵対的な怒りが燃え上がったため、王政から僭主政が生じ、その崩壊の始まりと、支配者たちに対する陰謀の組織化が引き起こされた。
§6.7.9ἣν οὐκ ἐκ τῶν χειρίστων, ἀλλʼ ἐκ τῶν γενναιοτάτων καὶ μεγαλοψυχοτάτων, ἔτι δὲ θαρραλεωτάτων ἀνδρῶν συνέβαινε γίνεσθαι διὰ τὸ τοὺς τοιούτους ἥκιστα
この陰謀は、最も劣った人々からではなく、最も高貴で、気概にあふれ、さらに最も勇敢な男たちから生じるのが常であった。 なぜなら、そのような人々は最も……