§6.8.1δύνασθαι φέρειν τὰς τῶν ἐφεστώτων ὕβρεις.
...were least able to bear the insolence of those in power.
τοῦ δὲ πλήθους, ὅτε λάβοι προστάτας, συνεπισχύοντος κατὰ τῶν ἡγουμένων διὰ τὰς προειρημένας αἰτίας, τὸ μὲν τῆς βασιλείας καὶ μοναρχίας εἶδος ἄρδην ἀνῃρεῖτο, τὸ δὲ τῆς ἀριστοκρατίας αὖθις ἀρχὴν ἐλάμβανε καὶ γένεσιν.
And when the multitude, having obtained leaders, joined in the struggle against the rulers for the reasons mentioned above, the form of kingship and monarchy was utterly abolished, and that of aristocracy in turn took its beginning and origin.
§6.8.2τοῖς γὰρ καταλύσασι τοὺς μονάρχους οἷον εἰ χάριν ἐκ χειρὸς ἀποδιδόντες οἱ πολλοὶ τούτοις ἐχρῶντο προστάταις καὶ τούτοις ἐπέτρεπον περὶ σφῶν.
For the multitude, as if returning a prompt favor to those who had destroyed the monarchs, chose them as their leaders and entrusted their affairs to them.
§6.8.3οἱ δὲ τὸ μὲν πρῶτον ἀσμενίζοντες τὴν ἐπιτροπὴν οὐδὲν προυργιαίτερον ἐποιοῦντο τοῦ κοινῇ συμφέροντος, καὶ κηδεμονικῶς καὶ φυλακτικῶς ἕκαστα χειρίζοντες καὶ τὰ κατʼ ἰδίαν καὶ τὰ κοινὰ τοῦ πλήθους.
At first, gladly accepting this charge, they regarded nothing as more important than the common interest, conducting both the private and public affairs of the multitude with care and vigilance.
§6.8.4ὅτε δὲ διαδέξαιντο πάλιν παῖδες παρὰ πατέρων τὴν τοιαύτην ἐξουσίαν, ἄπειροι μὲν ὄντες κακῶν, ἄπειροι δὲ καθόλου πολιτικῆς ἰσότητος καὶ παρρησίας, τεθραμμένοι δʼ ἐξ ἀρχῆς ἐν ταῖς τῶν πατέρων ἐξουσίαις καὶ προαγωγαῖς, §6.8.5ὁρμήσαντες οἱ μὲν ἐπὶ πλεονεξίαν καὶ φιλαργυρίαν ἄδικον, οἱ δʼ ἐπὶ μέθας καὶ τὰς ἅμα ταύταις ἀπλήστους εὐωχίας, οἱ δʼ ἐπὶ τὰς τῶν γυναικῶν ὕβρεις καὶ παίδων ἁρπαγάς, μετέστησαν μὲν τὴν ἀριστοκρατίαν εἰς ὀλιγαρχίαν, §6.8.6ταχὺ δὲ κατεσκεύασαν ἐν τοῖς πλήθεσι πάλιν τὰ παραπλήσια τοῖς ἄρτι ῥηθεῖσι· διὸ καὶ παραπλήσιον συνέβαινε τὸ τέλος αὐτῶν γίνεσθαι τῆς καταστροφῆς τοῖς περὶ τοὺς τυράννους ἀτυχή
But when, in turn, children succeeded to such power from their fathers, being inexperienced in evils, and completely inexperienced in political equality and freedom of speech, having been brought up from the beginning in the power and privileges of their fathers, some of them turning to greed and unjust love of money, others to drunkenness and the insatiable banquets that accompany it, and others to the violation of women and the abduction of boys, they transformed the aristocracy into an oligarchy, and quickly produced again among the multitude feelings similar to those just mentioned; wherefore it also happened that the end of their ruin became very similar to the misfortunes of the tyrants...