§6.47.1ἤδη διέξιμεν. ἐγὼ γὰρ οἶμαι δύʼ ἀρχὰς εἶναι πάσης πολιτείας, διʼ ὧν αἱρετὰς ἢ φευκτὰς συμβαίνει γίνεσθαι τάς τε δυνάμεις αὐτῶν καὶ τὰς συστάσεις· αὗται δʼ εἰσὶν ἔθη καὶ νόμοι· §6.47.2ὧν τὰ μὲν αἱρετὰ τούς τε κατʼ ἰδίαν βίους τῶν ἀνθρώπων ὁσίους ἀποτελεῖ καὶ σώφρονας τό τε κοινὸν ἦθος τῆς πόλεως ἥμερον ἀπεργάζεται καὶ δίκαιον, τὰ δὲ φευκτὰ τοὐναντίον. §6.47.3ὥσπερ οὖν, ὅταν τοὺς ἐθισμοὺς καὶ νόμους κατίδωμεν παρά τισι σπουδαίους ὑπάρχοντας, θαρροῦντες ἀποφαινόμεθα καὶ τοὺς ἄνδρας ἐκ τούτων ἔσεσθαι καὶ τὴν τούτων πολιτείαν σπουδαίαν, §6.47.4οὕτως, ὅταν τούς τε κατʼ ἰδίαν βίους τινῶν πλεονεκτικοὺς τάς τε κοινὰς πράξεις ἀδίκους θεωρήσωμεν, δῆλον ὡς εἰκὸς λέγειν καὶ τοὺς νόμους καὶ τὰ κατὰ μέρος ἤθη καὶ τὴν ὅλην πολιτείαν αὐτῶν εἶναι φαύλην. §6.47.5καὶ μὴν οὔτε κατʼ ἰδίαν ἤθη δολιώτερα Κρηταιέων εὕροι τις ἂν πλὴν τελείως ὀλίγων οὔτε κατὰ κοινὸν ἐπιβολὰς ἀδικωτέρας. §6.47.6διόπερ οὔθʼ ὁμοίαν αὐτὴν ἡγούμενοι τῇ Λακεδαιμονίων οὔτε μὴν ἄλλως αἱρετὴν οὔτε ζηλωτὴν ἀποδοκιμάζομεν ἐκ τῆς προειρημένης συγκρίσεως. §6.47.7καὶ μὴν οὐδὲ τὴν Πλάτωνος πολιτείαν δίκαιον παρεισαγαγεῖν, ἐπειδὴ καὶ ταύτην τινὲς τῶν φιλοσόφων ἐξυμνοῦσιν. §6.47.8ὥσπερ γὰρ οὐδὲ τῶν τεχνιτῶν ἢ τῶν ἀθλητῶν τούς γε μὴ νενεμημένους ἢ σεσωμασκηκότας παρίεμεν εἰς τοὺς ἀθλητικοὺς ἀγῶνας, οὕτως οὐδὲ ταύτην χρὴ παρεισαγαγεῖν εἰς τὴν τῶν πρωτείων ἅμιλλαν, ἐὰν μὴ πρότερον ἐπιδείξηταί τι τῶν ἑαυτῆς ἔργων ἀληθινῶς. §6.47.9μέχρι δὲ τοῦ νῦν παραπλήσιος ἂν ὁ περὶ αὐτῆς φανείη λόγος, ἀγομένης εἰς σύγκρισιν πρὸς τὴν Σπαρτιατῶν καὶ Ῥωμαίων καὶ Καρχηδονίων πολιτείαν, ὡς ἂν εἰ τῶν ἀγαλμάτων τις ἓν προθέμενος τοῦτο συγκρίνοι τοῖς ζῶσι καὶ πεπνυμένοις ἀνδράσι. §6.47.10καὶ γὰρ ἂν ὅλως ἐπαινετὸν ὑπάρχῃ κατὰ τὴν τέχνην, τήν γε σύγκρισιν τῶν ἀψύχων τοῖς ἐμψύχοις ἐνδεῆ καὶ τελείως ἀπεμφαίνουσαν εἰκὸς προσπίπτειν τοῖς θεωμένοις.
私たちは今や詳しく説明しよう。というのも、私はあらゆる政体には二つの原理があり、それらを通じて政体の効能と構成が望ましいもの、あるいは避けるべきものになると考えるからである。そしてこれらは、習俗と法律である。これらのうち、望ましいものは人々の私的な生活を敬虔で節度あるものにし、城邦の公共の品格を穏やかで正義にかなったものにするが、避けるべきものはその反対である。したがって、ある人々の間で習俗と法律が優れたものとして存在しているのを目にするとき、私たちは確信を持って、そこから生まれる人々も優れ、彼らの政体も優れたものになると言明するのと同様に、それと同様に、ある人々の私的な生活が貪欲であり、公共の行為が不義であるのを目にするとき、彼らの法律も、個々の習俗も、そして政体全体も劣悪なものであると言うのが当然であることは明らかである。そして実に、ごく少数の例外を除けば、クレタ人よりも欺瞞に満ちた私的な習俗を、また公共の企てにおいてより不義なものを、誰も見出すことはできないであろう。それゆえ、私たちはクレタの政体がラケダイモーン人の政体に似ているとも思わず、また他の点でも望ましいとも羨むべきとも考えないので、前述の比較に基づいてこれを退けるのである。さらに、哲学者の一部がこの政体を極賛しているからといって、プラトンの政体を持ち出すことも正当ではない。なぜなら、私たちが職人や競技者のうち、登録されていなかったり訓練を積んでいなかったりする者を体育競技の大会に出場させないのと同様に、この政体もまた、あらかじめ自らの実際の業績を現実において証明して見せない限り、第一位を争う競争に持ち出すべきではないからである。しかし現在に至るまで、スパルタ人、ローマ人、カルタゴ人の政体との比較にそれが持ち出されるとき、それに関する議論は、あたかも誰かが彫像を一つ持ち出して、これを生き生きと息づいている人間と比較するのと非常によく似たものに見えるであろう。というのも、たとえそれが芸術の観点から全面的に称賛されるべきものであるとしても、無生物と生物を比較すること自体、見物人にとっては不十分で完全に不調和なものとして映るのが当然だからである。