§6.47.1ἤδη διέξιμεν.
我们现在就予以详细阐述。
ἐγὼ γὰρ οἶμαι δύʼ ἀρχὰς εἶναι πάσης πολιτείας, διʼ ὧν αἱρετὰς ἢ φευκτὰς συμβαίνει γίνεσθαι τάς τε δυνάμεις αὐτῶν καὶ τὰς συστάσεις· αὗται δʼ εἰσὶν ἔθη καὶ νόμοι·
因为我认为任何政体都有两个原则,通过它们,政体的效能和结构便会成为值得选择的或应当规避的;而这两个原则就是习俗和法律。
§6.47.2ὧν τὰ μὲν αἱρετὰ τούς τε κατʼ ἰδίαν βίους τῶν ἀνθρώπων ὁσίους ἀποτελεῖ καὶ σώφρονας τό τε κοινὸν ἦθος τῆς πόλεως ἥμερον ἀπεργάζεται καὶ δίκαιον, τὰ δὲ φευκτὰ τοὐναντίον.
在这些之中,值得选择的使人们的私人生活变得虔敬和克己,并使城邦的公共品格变得温和与正义,而应当规避的则相反。
§6.47.3ὥσπερ οὖν, ὅταν τοὺς ἐθισμοὺς καὶ νόμους κατίδωμεν παρά τισι σπουδαίους ὑπάρχοντας, θαρροῦντες ἀποφαινόμεθα καὶ τοὺς ἄνδρας ἐκ τούτων ἔσεσθαι καὶ τὴν τούτων πολιτείαν σπουδαίαν, §6.47.4οὕτως, ὅταν τούς τε κατʼ ἰδίαν βίους τινῶν πλεονεκτικοὺς τάς τε κοινὰς πράξεις ἀδίκους θεωρήσωμεν, δῆλον ὡς εἰκὸς λέγειν καὶ τοὺς νόμους καὶ τὰ κατὰ μέρος ἤθη καὶ τὴν ὅλην πολιτείαν αὐτῶν εἶναι φαύλην.
因此,正如当我们看到某些人中间存在着优良的习俗和法律时,我们会确信地宣告,由此产生的人们将是优秀的,而他们的政体也将是优良的一样,同样,当我们看到某些人的私人生活是贪婪的,其公共行为是不义的时,显然理所当然可以说,他们的法律、个别习俗以及整个政体都是恶劣的。
§6.47.5καὶ μὴν οὔτε κατʼ ἰδίαν ἤθη δολιώτερα Κρηταιέων εὕροι τις ἂν πλὴν τελείως ὀλίγων οὔτε κατὰ κοινὸν ἐπιβολὰς ἀδικωτέρας.
而且,除极少数人外,任何人都不可能发现比克里特人更狡诈的私人习俗,也不可能发现比他们更不义的公共企图。
§6.47.6διόπερ οὔθʼ ὁμοίαν αὐτὴν ἡγούμενοι τῇ Λακεδαιμονίων οὔτε μὴν ἄλλως αἱρετὴν οὔτε ζηλωτὴν ἀποδοκιμάζομεν ἐκ τῆς προειρημένης συγκρίσεως.
因此,我们认为克里特政体既不与拉刻代蒙人的政体相似,在其他方面也不值得选择或效仿,从而根据前述的对比而予以否定。
§6.47.7καὶ μὴν οὐδὲ τὴν Πλάτωνος πολιτείαν δίκαιον παρεισαγαγεῖν, ἐπειδὴ καὶ ταύτην τινὲς τῶν φιλοσόφων ἐξυμνοῦσιν.
此外,即使有些哲学家极力赞美它,将柏拉图的政体引入(对比中)也是不公正的。
§6.47.8ὥσπερ γὰρ οὐδὲ τῶν τεχνιτῶν ἢ τῶν ἀθλητῶν τούς γε μὴ νενεμημένους ἢ σεσωμασκηκότας παρίεμεν εἰς τοὺς ἀθλητικοὺς ἀγῶνας, οὕτως οὐδὲ ταύτην χρὴ παρεισαγαγεῖν εἰς τὴν τῶν πρωτείων ἅμιλλαν, ἐὰν μὴ πρότερον ἐπιδείξηταί τι τῶν ἑαυτῆς ἔργων ἀληθινῶς.
因为正如我们不会允许那些未经登记或未曾受过训练的手艺人或运动员参加体育竞技一样,这一政体除非先在现实中展示出其自身的某些实际成效,否则也不应被引入争夺首位的竞争中。
§6.47.9μέχρι δὲ τοῦ νῦν παραπλήσιος ἂν ὁ περὶ αὐτῆς φανείη λόγος, ἀγομένης εἰς σύγκρισιν πρὸς τὴν Σπαρτιατῶν καὶ Ῥωμαίων καὶ Καρχηδονίων πολιτείαν, ὡς ἂν εἰ τῶν ἀγαλμάτων τις ἓν προθέμενος τοῦτο συγκρίνοι τοῖς ζῶσι καὶ πεπνυμένοις ἀνδράσι.
然而直到现在,如果将它与斯巴达人、罗马人和迦太基人的政体进行对比,关于它的讨论就会显得极其相似,仿佛有人拿出一尊雕像,来与活生生的、有气息的人进行对比一样。
§6.47.10καὶ γὰρ ἂν ὅλως ἐπαινετὸν ὑπάρχῃ κατὰ τὴν τέχνην, τήν γε σύγκρισιν τῶν ἀψύχων τοῖς ἐμψύχοις ἐνδεῆ καὶ τελείως ἀπεμφαίνουσαν εἰκὸς προσπίπτειν τοῖς θεωμένοις.
因为即使它在艺术上完全值得赞美,无生命之物与有生命之物的对比,在旁观者看来,也必然会显得不充分且完全不协调。