§6.37.1τοὔγκλημα.
告発は[次のように処理される]。
καθίσαντος δὲ παραχρῆμα συνεδρίου τῶν χιλιάρχων κρίνεται, κἂν καταδικασθῇ, ξυλοκοπεῖται.
直ちに千人隊長たちの会議が召集されて裁判が行われ、有罪と判決されれば、棒叩きに処される。
§6.37.2τὸ δὲ τῆς ξυλοκοπίας ἐστὶ τοιοῦτον.
棒叩きとは次のようなものである。
λαβὼν ξύλον ὁ χιλίαρχος τούτῳ τοῦ κατακριθέντος οἷον ἥψατο μόνον,
千人隊長は棒を手に取り、これで有罪判決を受けた者にただ触れるだけのようにする。
§6.37.3οὗ γενομένου πάντες οἱ τοῦ στρατοπέδου τύπτοντες τοῖς ξύλοις καὶ τοῖς λίθοις τοὺς μὲν πλείστους ἐν αὐτῇ τῇ στρατοπεδείᾳ καταβάλλουσι,
これがなされると、陣営の全員が棒や石で[その者を]叩き、大半の者をその陣営の中で打ち倒す。
§6.37.4τοῖς δʼ ἐκπεσεῖν δυναμένοις οὐδʼ ὣς ὑπάρχει σωτηρία·
逃げ出すことができた者たちにとっても、それでも救いはない。
πῶς γάρ; οἷς οὔτʼ εἰς τὴν πατρίδα τὴν ἑαυτῶν ἐπανελθεῖν ἔξεστιν οὔτε τῶν ἀναγκαίων οὐδεὶς ἂν οἰκίᾳ τολμήσειε δέξασθαι τὸν τοιοῦτον.
なぜなら、彼らには自分たちの祖国へ帰ることも許されず、また親族の誰もそのような者を家に迎え入れる勇気を持たないだろうからである。
διὸ τελείως οἱ περιπεσόντες ἅπαξ τοιαύτῃ συμφορᾷ καταφθείρονται.
それゆえ、一度このような不幸に見舞われた者は、完全に破滅する。
§6.37.5τὸ δʼ αὐτὸ πάσχειν ὀφείλει τοῖς προειρημένοις ὅ τʼ οὐραγὸς καὶ [ὁ] τῆς ἴλης ἡγεμών, ἐὰν μὴ παραγγείλωσιν, ὁ μὲν τοῖς ἐφόδοις, ὁ δὲ τῷ τῆς ἐχομένης ἴλης ἡγεμόνι, τὸ δέον ἐν τῷ καθήκοντι καιρῷ.
前述の者たちと同じ罰を、後衛将校や騎兵隊長も受けるべきである。 もし彼らがしかるべき時に必要な指示を、一方は巡察者たちに、他方は隣の騎兵隊の隊長に伝達しなかったならば。
§6.37.6διόπερ οὕτως ἰσχυρᾶς οὔσης καὶ ἀπαραιτήτου τῆς τιμωρίας ἀδιάπτωτα γίνεται παρʼ αὐτοῖς τὰ κατὰ τὰς νυκτερινὰς φυλακάς.
それゆえ、このように処罰が厳格で容赦のないものであるため、彼らの間では夜間の警備に関する事柄は遺漏なく確実に行われる。
§6.37.7δεῖ δὲ προσέχειν τοὺς μὲν στρατιώτας τοῖς χιλιάρχοις, τούτους δʼ ἔτι τοῖς ὑπάτοις.
そして、兵士たちは千人隊長たちに、彼らはさらに執政官たちに注意を向けねばならない。
§6.37.8κύριος δʼ ἐστὶ καὶ ζημιῶν ὁ χιλίαρχος καὶ ἐνεχυράζων καὶ μαστιγῶν, τοὺς δὲ συμμάχους οἱ πραίφεκτοι.
千人隊長は罰金を科すこと、担保を取ること、鞭打つことの権限を持ち、同盟軍に対しては平民長官たちが同様の権限を持つ。
§6.37.9ξυλοκοπεῖται δὲ καὶ πᾶς ὁ κλέψας τι τῶν ἐκ τοῦ στρατοπέδου, καὶ μὴν ὁ μαρτυρήσας ψευδῆ παραπλησίως, κἄν τις τῶν ἐν ἀκμῇ παραχρησάμενος εὑρεθῇ τῷ σώματι, πρὸς δὲ τούτοις ὁ τρὶς περὶ τῆς αὐτῆς αἰτίας ζημιωθείς.
また、陣営から何かを盗んだ者、同様に偽証した者、また若者のうちでその肉体を不当に扱ったことが発覚した者、さらにこれらに加えて、同じ理由で三度罰せられた者もみな、棒叩きに処される。
§6.37.10ταῦτα μὲν οὖν ὡς ἀδικήματα κολάζουσιν·
これらは犯罪として処罰されるが、次のような種類の罪は、臆病および軍人としての不名誉とみなされる。
εἰς δʼ ἀνανδρίαν τιθέασι καὶ στρατιωτικὴν αἰσχύνην τὰ τοιαῦτα τῶν ἐγκλημάτων, ἐάν τινες ψευδῆ περὶ αὑτῶν ἀνδραγαθίαν ἀπαγγείλωσι τοῖς χιλιάρχοις ἕνεκεν τοῦ τιμὰς λαβεῖν, §6.37.11ὁμοίως ἄν τινες εἰς ἐφεδρείαν ταχθέντες φόβου χάριν λίπωσι τὸν δοθέντα τόπον, παραπλησίως ἐάν τις ἀπορρίψῃ τι τῶν ὅπλων κατʼ αὐτὸν τὸν κίνδυνον διὰ φόβον.
もし誰かが誉れを得るために、千人隊長たちに対して自分自身の武勇について偽りの報告をした場合、同様に、予備兵に配置された者たちが、恐怖のために与えられた場所を去った場合、また同様に、危険の最中に恐怖から武器を投げ捨てた場合である。
§6.37.12διὸ καί τινες μὲν ἐν ταῖς ἐφεδρείαις προδήλως ἀπόλλυνται, πολλαπλασίων αὐτοῖς ἐπιγινομένων οὐ θέλοντες λιπεῖν τὴν τάξιν, δεδιότες τὴν οἰκείαν τιμωρίαν·
それゆえ、予備兵の中には、敵が圧倒的多数で押し寄せてきても、持ち場を離れることを望まず、国内での処罰を恐れて、明らかに死に追いやられる者もいる。
§6.37.13ἔνιοι δὲ κατʼ αὐτὸν τὸν κίνδυνον ἐκβαλόντες θυρεὸν ἢ μάχαιραν ἤ τι τῶν ἄλλων ὅπλων παραλόγως ῥίπτουσιν ἑαυτοὺς εἰς τοὺς πολεμίους, ἢ κυριεύειν ἐλπίζοντες ὧν ἀπέβαλον ἢ παθόντες τι τὴν πρόδηλον αἰσχύνην διαφεύξεσθαι καὶ τὴν τῶν οἰκείων ὕβριν.
またある者たちは、危険の最中に盾や剣やその他の武器を失ったとき、無謀にも敵の中に身を投じる。 失ったものを取り戻すことを望むか、あるいは死ぬことによって、明らかな恥辱や親族からの侮辱を逃れようとしてである。