Humanitext Reader

波利比奥斯 · 历史 §6.37.1-6.37.13

罗马军队的军纪处分与笞杀之刑

第 514 段,共 1311 段 · 希腊语

内容简介

作者详细介绍了罗马军队中名为笞刑(fustuarium)的严酷惩罚程序,并阐明了其他违反纪律或懦弱的行为是如何受到严厉惩罚和唾弃的。

§6.37.1τοὔγκλημα.
指控[被这样处理]。
καθίσαντος δὲ παραχρῆμα συνεδρίου τῶν χιλιάρχων κρίνεται, κἂν καταδικασθῇ, ξυλοκοπεῖται.
军事长官们当即召集会议进行审判,如果被判有罪,便处以笞刑。
§6.37.2τὸ δὲ τῆς ξυλοκοπίας ἐστὶ τοιοῦτον. λαβὼν ξύλον ὁ χιλίαρχος τούτῳ τοῦ κατακριθέντος οἷον ἥψατο μόνον, §6.37.3οὗ γενομένου πάντες οἱ τοῦ στρατοπέδου τύπτοντες τοῖς ξύλοις καὶ τοῖς λίθοις τοὺς μὲν πλείστους ἐν αὐτῇ τῇ στρατοπεδείᾳ καταβάλλουσι,
笞刑的惩罚如下:军事长官拿过一根木棒,用它轻轻触碰一下被判有罪的人;随后,营地里的所有士兵都用木棒和石头击打他,大多数人在营地内部就被当场打死。
§6.37.4τοῖς δʼ ἐκπεσεῖν δυναμένοις οὐδʼ ὣς ὑπάρχει σωτηρία·
即使是那些得以逃脱的人,也毫无生还的可能。
πῶς γάρ;
为什么呢?
οἷς οὔτʼ εἰς τὴν πατρίδα τὴν ἑαυτῶν ἐπανελθεῖν ἔξεστιν οὔτε τῶν ἀναγκαίων οὐδεὶς ἂν οἰκίᾳ τολμήσειε δέξασθαι τὸν τοιοῦτον.
因为他们不仅不被允许回到自己的祖国,而且亲属中也没有任何人敢于将这样的人收留在家中。
διὸ τελείως οἱ περιπεσόντες ἅπαξ τοιαύτῃ συμφορᾷ καταφθείρονται.
因此,一旦陷入这种不幸,他们便彻底毁灭了。
§6.37.5τὸ δʼ αὐτὸ πάσχειν ὀφείλει τοῖς προειρημένοις ὅ τʼ οὐραγὸς καὶ [ὁ] τῆς ἴλης ἡγεμών, ἐὰν μὴ παραγγείλωσιν, ὁ μὲν τοῖς ἐφόδοις, ὁ δὲ τῷ τῆς ἐχομένης ἴλης ἡγεμόνι, τὸ δέον ἐν τῷ καθήκοντι καιρῷ.
如果后卫长官和骑兵队长未能在合适的时间传达应有的指示——前者传达给巡逻者,后者传达给相邻骑兵队的队长,他们也应当遭受与上述人员相同的惩罚。
§6.37.6διόπερ οὕτως ἰσχυρᾶς οὔσης καὶ ἀπαραιτήτου τῆς τιμωρίας ἀδιάπτωτα γίνεται παρʼ αὐτοῖς τὰ κατὰ τὰς νυκτερινὰς φυλακάς.
因此,由于惩罚如此严厉且毫不宽恕,在他们之中,夜间哨所的执勤得以万无一失地进行。
§6.37.7δεῖ δὲ προσέχειν τοὺς μὲν στρατιώτας τοῖς χιλιάρχοις, τούτους δʼ ἔτι τοῖς ὑπάτοις.
士兵必须顺从军事长官,而军事长官则必须顺从执政官。
§6.37.8κύριος δʼ ἐστὶ καὶ ζημιῶν ὁ χιλίαρχος καὶ ἐνεχυράζων καὶ μαστιγῶν, τοὺς δὲ συμμάχους οἱ πραίφεκτοι.
军事长官有权课以罚款、扣留担保品以及进行鞭笞,而同盟军长官对同盟军也拥有同样的权力。
§6.37.9ξυλοκοπεῖται δὲ καὶ πᾶς ὁ κλέψας τι τῶν ἐκ τοῦ στρατοπέδου, καὶ μὴν ὁ μαρτυρήσας ψευδῆ παραπλησίως, κἄν τις τῶν ἐν ἀκμῇ παραχρησάμενος εὑρεθῇ τῷ σώματι, πρὸς δὲ τούτοις ὁ τρὶς περὶ τῆς αὐτῆς αἰτίας ζημιωθείς.
凡是从营地中偷窃物品者、同样作伪证者,以及任何被发现在青春年华滥用其身体者,此外还有因同一原因被处罚三次者,都要被处以笞刑。
§6.37.10ταῦτα μὲν οὖν ὡς ἀδικήματα κολάζουσιν· εἰς δʼ ἀνανδρίαν τιθέασι καὶ στρατιωτικὴν αἰσχύνην τὰ τοιαῦτα τῶν ἐγκλημάτων, ἐάν τινες ψευδῆ περὶ αὑτῶν ἀνδραγαθίαν ἀπαγγείλωσι τοῖς χιλιάρχοις ἕνεκεν τοῦ τιμὰς λαβεῖν, §6.37.11ὁμοίως ἄν τινες εἰς ἐφεδρείαν ταχθέντες φόβου χάριν λίπωσι τὸν δοθέντα τόπον, παραπλησίως ἐάν τις ἀπορρίψῃ τι τῶν ὅπλων κατʼ αὐτὸν τὸν κίνδυνον διὰ φόβον.
这些事情他们是作为犯罪来惩处的;但他们将以下罪行归入懦怯和军人耻辱之列:如果有人为了获得荣誉,向军事长官虚报自己的英勇事迹;同样,如果有人被部署在预备队中,却因恐惧而擅离给定的岗位;或者类似地,如果有人在危险之中因恐惧而丢弃武器。
§6.37.12διὸ καί τινες μὲν ἐν ταῖς ἐφεδρείαις προδήλως ἀπόλλυνται, πολλαπλασίων αὐτοῖς ἐπιγινομένων οὐ θέλοντες λιπεῖν τὴν τάξιν, δεδιότες τὴν οἰκείαν τιμωρίαν· §6.37.13ἔνιοι δὲ κατʼ αὐτὸν τὸν κίνδυνον ἐκβαλόντες θυρεὸν ἢ μάχαιραν ἤ τι τῶν ἄλλων ὅπλων παραλόγως ῥίπτουσιν ἑαυτοὺς εἰς τοὺς πολεμίους, ἢ κυριεύειν ἐλπίζοντες ὧν ἀπέβαλον ἢ παθόντες τι τὴν πρόδηλον αἰσχύνην διαφεύξεσθαι καὶ τὴν τῶν οἰκείων ὕβριν.
因此,有些在预备队中的人即使面对数倍于己的敌人,也不愿离开岗位,因为害怕国内的惩罚,从而显然白白送命;而另一些人在危险之中丢失了盾牌、剑或其他武器,便不顾一切地冲向敌人,要么希望能夺回失去的武器,要么即便遭遇不测,也能逃脱显而易见的耻辱和亲属的侮辱。

词汇与语法注释

  1. §6.37.1τοὔγκλημα — 承接前一章 6.36.9 末尾“责任归结到巡逻者身上”的语境,该词作为一个独立的主语或名词短语。它指代指控或诉讼本身的去向,需要进行上下文的补充,如“指控[被这样处理]”。
  2. §6.37.4τῶν ἀναγκαίων — 形容词 ἀναγκαῖος(必要的、不可避免的)复数属格的名词化用法,在此意为“亲属”或“亲人”。在古典希腊语中,这是一个指代具有紧密血缘或姻亲关系之人的惯用表达。
  3. §6.37.5τὸ δʼ αὐτὸ πάσχειν ὀφείλει τοῖς προειρημένοις — 动词 ὀφείλει(应当、有义务)后接不定式 πάσχειν(遭受、承受),随后是表示比较对象的与格(τοῖς προειρημένοις,“与前述之人”)。在后续的条件从句 ἐὰν μὴ παραγγείλωσιν...(如果他们不传达……)中省略了动词,但应当传达指示的对象由与格(τοῖς ἐφόδοις, τῷ ... ἡγεμόνι)表示,而应当传达的内容则由宾格(τὸ δέον)表示。
  4. §6.37.9παραχρησάμενος — 动词 παραχράομαι(滥用、不当对待)的第一不定过去时分词形式。在此作为一个委婉语,指年轻男性(τῶν ἐν ἀκμῇ)在性行为方面(尤其是被动的同性恋行为)滥用或糟蹋自己或他人的身体。

引用这一段

波利比奥斯, 历史 §6.37.1-6.37.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.37.1-6.37.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。