§6.36.1βουκανᾶν.
[交代時間ごとに]ラッパを吹くこと。
συνάψαντος δὲ τοῦ καιροῦ τὴν πρώτην ἐφοδεύει φυλακὴν ὁ ταύτην λαχών, ἔχων μεθʼ αὑτοῦ μάρτυρας τῶν φίλων.
時間が来ると、この第1の交代時間をくじで引き当てた者が、友人のうちから証人たちを伴って、第1の守衛所を巡察する。
§6.36.2ἐπιπορεύεται δὲ τοὺς ῥηθέντας τόπους, οὐ μόνον τοὺς περὶ τὸν χάρακα καὶ τὰς εἰσόδους, ἀλλὰ καὶ τοὺς κατὰ σημαίαν ἅπαντας καὶ τοὺς κατʼ οὐλαμόν·
彼は指定された場所を巡るが、それは柵や入口の周辺だけでなく、各中隊および各騎兵隊のすべてに及ぶ。
§6.36.3κἂν μὲν εὕρῃ τοὺς φυλάττοντας τὴν πρώτην ἐγρηγορότας, λαμβάνει παρὰ τούτων τὸ κάρφος·
そして、もし第1の交代を守る者たちが起きているのを見つければ、彼らから木片を受け取る。
ἐὰν δʼ εὕρῃ κοιμώμενον ἢ λελοιπότα τινὰ τὸν τόπον, ἐπιμαρτυράμενος τοὺς σύνεγγυς ἀπαλλάττεται.
しかし、もし誰かが眠っているか、その場所を立ち去っているのを見つければ、近くにいる者たちに証言を求めた上で立ち去る。
§6.36.4τὸ δὲ παραπλήσιον γίνεται καὶ ὑπὸ τῶν τὰς ἑξῆς φυλακὰς ἐφοδευόντων.
同様のことが、それに続く交代時間を巡察する者たちによっても行われる。
§6.36.5τὴν δʼ ἐπιμέλειαν τοῦ κατὰ φυλακὴν βουκανᾶν, ὡς ἀρτίως εἶπον, ἵνα σύμφωνον ᾖ τοῖς ἐφοδεύουσι πρὸς τοὺς φυλάττοντας, οἱ τῆς πρώτης σημαίας τῶν τριαρίων ἐξ ἑκατέρου τοῦ στρατοπέδου ταξίαρχοι καθʼ ἡμέραν ποιοῦνται.
先ほど私が言ったように、交代時間ごとにラッパを吹くことの管理は、巡察する者たちと守衛たちの間で(合図が)一致するように、両方の軍団のトリアリイの第一中隊の百人隊長たちが毎日これを行う。
§6.36.6τῶν δʼ ἐφόδων ἕκαστος ἅμα τῷ φωτὶ πρὸς τὸν χιλίαρχον ἀναφέρει τὸ σύνθημα.
巡察者の各々は、夜明けとともに千人隊長のもとへ合図(の木片)を届ける。
κἂν μὲν ᾖ πάντα δεδομένα, χωρὶς ἐγκλήματος ἀπαλλάττονται πάλιν·
そして、もしすべてが提出されていれば、告発されることなく再び立ち去る。
ἂν δέ τις ἐλάττω φέρῃ τοῦ πλήθους τῶν φυλακείων, §6.36.7ζητοῦσιν ἐκ τοῦ χαρακτῆρος ποῖον ἐκ τῶν φυλακείων λέλοιπε.
しかし、もし誰かが守衛所の数より少ない木片しか持ってこない場合、彼らは(刻まれた)印から、どの守衛所が欠けているかを調べる。
§6.36.8τούτου δὲ γνωσθέντος καλεῖ τὸν ταξίαρχον· οὗτος δʼ ἄγει τοὺς ἀποταχθέντας εἰς τὴν φυλακήν·
これが判明すると、千人隊長は百人隊長を呼び、百人隊長はその守衛所に割り当てられていた者たちを連れてくる。
οὗτοι δὲ συγκρίνονται πρὸς τὸν ἔφοδον.
そして彼らは巡察者と対決させられる。
ἐὰν μὲν οὖν ἐν τοῖς φύλαξιν ᾖ τὸ κακόν, §6.36.9εὐθέως δῆλός ἐστιν ὁ τὴν ἐφοδείαν ἔχων ἐπιμαρτυράμενος τοὺς σύνεγγυς· ὀφείλει γὰρ τοῦτο ποιεῖν·
もし過失が守衛たちの側にあるならば、巡察者が近くにいる者たちに証言を求めていたことによって、それは直ちに明らかになる(というのは、彼はこれを行う義務があるからである)。
ἐὰν δὲ μηδὲν ᾖ τοιοῦτο γεγονός, εἰς τὸν ἔφοδον ἀναχωρεῖ
しかし、もしそのようなことが行われていなかったならば、非は巡察者へと帰する。