§6.31.1ὁ δʼ ὑπὸ τὰς τῶν χιλιάρχων σκηνὰς ὄπισθεν τόπος ὑποπεπτωκώς, ἐξ ἑκατέρου δὲ τοῦ μέρους τῆς τοῦ στρατηγίου περιστάσεως παρακείμενος, ὁ μὲν εἰς ἀγορὰν γίνεται τόπος, ὁ δʼ ἕτερος τῷ τε ταμιείῳ καὶ ταῖς ἅμα τούτῳ χορηγίαις.
千人隊長たちの天幕の背後に位置し、将軍の天幕の周辺空間の両側に隣接する場所は、一方は広場となり、他方は財務官の天幕およびこれに伴う軍需品の保管場所となる。
§6.31.2ἀπὸ δὲ τῆς ἐφʼ ἑκάτερα τελευταίας τῶν χιλιάρχων σκηνῆς κατόπιν οἷον ἐπικάμπιον ἔχοντες τάξιν πρὸς τὰς σκηνάς, οἱ τῶν ἐπιλέκτων ἱππέων ἀπόλεκτοι καί τινες τῶν ἐθελοντὴν στρατευομένων τῇ τῶν ὑπάτων χάριτι, πάντες οὗτοι στρατοπεδεύουσι παρὰ τὰς ἐκ τῶν πλαγίων τοῦ χάρακος ἐπιφανείας, βλέποντες οἱ μὲν ἐπὶ τὰς τοῦ ταμιείου παρασκευάς, οἱ δʼ ἐκ θατέρου μέρους εἰς τὴν ἀγοράν.
そして、両端にある最後の千人隊長の天幕から、天幕群に対して直角に曲がったような隊形をなして、精鋭騎兵からの選抜兵たち、および執政官への好意から志願して従軍している者たちの一部がおり、これら全員が陣壁の両側面に沿って宿営し、一方は財務官の物資の方向を、他方の側は広場の方向を向いている。
§6.31.3ὡς δʼ ἐπὶ τὸ πολὺ συμβαίνει τούτοις μὴ μόνον στρατοπεδεύειν σύνεγγυς τῶν ὑπάτων, ἀλλὰ καὶ κατὰ τὰς πορείας καὶ κατὰ τὰς ἄλλας χρείας περὶ τὸν ὕπατον καὶ τὸν ταμίαν ποιεῖσθαι τὴν ἐπιμέλειαν καὶ τὴν ὅλην διατριβήν.
そして、彼らは執政官の近くに宿営するだけでなく、行軍中やその他の任務においても、執政官や財務官の周囲で護衛やあらゆる用務を果たすことが常である。
§6.31.4ἀντίκεινται δὲ τούτοις ἐπὶ τὸν χάρακα βλέποντες οἱ τὴν παραπλήσιον χρείαν παρεχόμενοι πεζοὶ τοῖς προειρημένοις ἱππεῦσιν.
これらと向かい合い、陣壁の方向を向いて、前述の騎兵たちと同様の任務を果たす歩兵たちが配置される。
§6.31.5ἑξῆς δὲ τούτοις δίοδος ἀπολείπεται πλάτος ποδῶν ἑκατόν, παράλληλος μὲν ταῖς τῶν χιλιάρχων σκηναῖς, ἐπὶ θάτερα δὲ τῆς ἀγορᾶς καὶ στρατηγίου καὶ ταμιείου παρατείνουσα παρὰ πάντα τὰ προειρημένα μέρη τοῦ χάρακος.
これらに隣接して、幅百フィートの通路が残されており、それは千人隊長たちの天幕と平行であり、広場、将軍の天幕、財務官の天幕の向こう側を通り、前述のすべての陣壁の部分に沿って延びている。
§6.31.6παρὰ δὲ τὴν ἀνωτέρω πλευρὰν ταύτης οἱ τῶν συμμάχων ἱππεῖς ἐπίλεκτοι στρατοπεδεύουσι, βλέποντες ἐπί τε τὴν ἀγορὰν ἅμα καὶ τὸ στρατήγιον καὶ τὸ ταμιεῖον.
この通路の上側の辺に沿って、同盟軍の精鋭騎兵が宿営し、広場と将軍の天幕と財務官の天幕の方向を同時に向いている。
§6.31.7κατὰ μέσην δὲ τὴν τούτων τῶν ἱππέων παρεμβολὴν καὶ κατʼ αὐτὴν τὴν τοῦ στρατηγίου περίστασιν δίοδος ἀπολείπεται πεντήκοντα ποδῶν, φέρουσα μὲν ἐπὶ τὴν ὄπισθε πλευρὰν τῆς στρατοπεδείας, τῇ δὲ τάξει πρὸς ὀρθὰς κειμένη τῇ προειρημένῃ πλατείᾳ.
これら騎兵の宿営地の中央、かつ将軍の天幕の周辺空間のまさに正面に、五十フィートの通路が残されており、これは軍営の背面へと通じ、配置上、前述の広い通りと直交している。
§6.31.8τοῖς δʼ ἱππεῦσι τούτοις ἀντίτυποι τίθενται πάλιν οἱ τῶν συμμάχων ἐπίλεκτοι πεζοί, βλέποντες πρὸς τὸν χάρακα καὶ τὴν ὄπισθεν ἐπιφάνειαν τῆς ὅλης στρατοπεδείας.
これら騎兵と向かい合って、同盟軍の精鋭歩兵が再び配置され、陣壁および軍営全体の背面の方向を向いている。
§6.31.9τὸ δʼ ἀπολειπόμενον ἐξ ἑκατέρου τοῦ μέρους τούτων κένωμα παρὰ τὰς ἐκ τῶν πλαγίων πλευρὰς δίδοται τοῖς ἀλλοφύλοις καὶ τοῖς ἐκ τοῦ καιροῦ προσγινομένοις συμμάχοις.
これらの両側に残された、側面の辺に沿った空き地は、異民族や、状況に応じて加わった同盟軍に与えられる。
§6.31.10τούτων δʼ οὕτως ἐχόντων τὸ μὲν σύμπαν σχῆμα γίνεται τῆς στρατοπεδείας τετράγωνον ἰσόπλευρον, τὰ δὲ κατὰ μέρος ἤδη τῆς τε ῥυμοτομίας ἐν αὐτῇ καὶ τῆς ἄλλης οἰκονομίας πόλει παραπλησίαν ἔχει τὴν διάθεσιν.
これらがこのようになっているので、軍営の全体の形状は等辺の正方形となり、内部の区画整理やその他の管理においては、都市に非常によく似た配置をとることになる。
§6.31.11τὸν δὲ χάρακα τῶν σκηνῶν ἀφιστᾶσι κατὰ πάσας τὰς ἐπιφανείας διακοσίους πόδας.
また、すべての面において、陣壁を天幕群から二百フィート離している。
τοῦτο δὲ τὸ κένωμα πολλὰς καὶ δοκίμους αὐτοῖς παρέχεται χρείας.
この空き地は、彼らに多くの、そして非常に有益な用途を提供する。
§6.31.12πρός τε γὰρ τὰς εἰσαγωγὰς καὶ τὰς ἐξαγωγὰς τῶν στρατοπέδων εὐφυῶς ἔχει καὶ δεόντως ἕκαστοι γὰρ κατὰ τὰς ἑαυτῶν ῥύμας εἰς τοῦτο τὸ κένωμα ποιοῦνται τὴν ἔξοδον, ἀλλʼ οὐκ εἰς μίαν συμπίπτοντες ἀνατρέπουσι καὶ συμπατοῦσιν ἀλλήλους·
というのも、軍勢の出入りにとって好都合かつ適切であり、各部隊がそれぞれの通りに沿ってこの空き地へと出ていくため、一つの場所に殺到して互いに押し倒したり踏みつけ合ったりすることがないからである。
§6.31.13τάς τε τῶν παρεισαγομένων θρεμμάτων καὶ τὰς ἐκ τῶν πολεμίων λείας εἰς τοῦτο παράγοντες ἀσφαλῶς τηροῦσι τὰς νύκτας.
また、連れてこられた家畜や敵から得た略奪品をこの中に引き入れ、夜間も安全に保管する。
§6.31.14τὸ δὲ μέγιστον, ἐν ταῖς ἐπιθέσεσι ταῖς νυκτεριναῖς οὔτε πῦρ οὔτε βέλος ἐξικνεῖται πρὸς αὐτοὺς πλὴν τελείως ὀλίγων·
最も重要なことには、夜襲の際にも、極めて少数を除いては、火も飛び道具も彼らには届かない。
γίνεται δὲ καὶ ταῦτα σχεδὸν ἀβλαβῆ διά τε τὸ μέγεθος τῆς ἀποστάσεως καὶ διὰ τὴν τῶν σκηνῶν περίστασιν.
そして、これら届いたものも、距離の大きさと天幕群の配置のために、ほとんど無害となる。