Humanitext Reader

波利比奥斯 · 历史 §6.31.1-6.31.14

正方形军营的整体布局与营墙周边的空地

第 508 段,共 1311 段 · 希腊语

内容简介

叙述了执政官和财务官营帐周围精锐部队的配置,以及呈等边正方形的整个营地的街道规划。同时解释了营帐与营墙之间留出的两百英尺空地在军事行动、收容战利品以及防御夜袭等方面的多重实际利处。

§6.31.1ὁ δʼ ὑπὸ τὰς τῶν χιλιάρχων σκηνὰς ὄπισθεν τόπος ὑποπεπτωκώς, ἐξ ἑκατέρου δὲ τοῦ μέρους τῆς τοῦ στρατηγίου περιστάσεως παρακείμενος, ὁ μὲν εἰς ἀγορὰν γίνεται τόπος, ὁ δʼ ἕτερος τῷ τε ταμιείῳ καὶ ταῖς ἅμα τούτῳ χορηγίαις.
位于军事长官营帐后方的空间,且在两侧邻接执政官营帐周围区域,其中一部分成为广场,另一部分则作为财务官官署以及与之相随的军需品存放处。
§6.31.2ἀπὸ δὲ τῆς ἐφʼ ἑκάτερα τελευταίας τῶν χιλιάρχων σκηνῆς κατόπιν οἷον ἐπικάμπιον ἔχοντες τάξιν πρὸς τὰς σκηνάς, οἱ τῶν ἐπιλέκτων ἱππέων ἀπόλεκτοι καί τινες τῶν ἐθελοντὴν στρατευομένων τῇ τῶν ὑπάτων χάριτι, πάντες οὗτοι στρατοπεδεύουσι παρὰ τὰς ἐκ τῶν πλαγίων τοῦ χάρακος ἐπιφανείας, βλέποντες οἱ μὲν ἐπὶ τὰς τοῦ ταμιείου παρασκευάς, οἱ δʼ ἐκ θατέρου μέρους εἰς τὴν ἀγοράν.
在两侧最外侧的军事长官营帐后方,呈几乎与营帐成直角弯曲的队形,精锐骑兵中的选拔兵,以及因对执政官的忠诚而自愿参军的一部分人,所有这些人都在营墙侧面旁宿营,有的面向财务官的供给物资,有的在另一侧面向广场。
§6.31.3ὡς δʼ ἐπὶ τὸ πολὺ συμβαίνει τούτοις μὴ μόνον στρατοπεδεύειν σύνεγγυς τῶν ὑπάτων, ἀλλὰ καὶ κατὰ τὰς πορείας καὶ κατὰ τὰς ἄλλας χρείας περὶ τὸν ὕπατον καὶ τὸν ταμίαν ποιεῖσθαι τὴν ἐπιμέλειαν καὶ τὴν ὅλην διατριβήν.
而且通常情况下,这些人不仅宿营在执政官附近,而且在行军和其他勤务中,也都在执政官和财务官周围履行职责并度过全部时间。
§6.31.4ἀντίκεινται δὲ τούτοις ἐπὶ τὸν χάρακα βλέποντες οἱ τὴν παραπλήσιον χρείαν παρεχόμενοι πεζοὶ τοῖς προειρημένοις ἱππεῦσιν.
与这些人相对,面向营墙安置着那些为上述骑兵提供类似服务的步兵。
§6.31.5ἑξῆς δὲ τούτοις δίοδος ἀπολείπεται πλάτος ποδῶν ἑκατόν, παράλληλος μὲν ταῖς τῶν χιλιάρχων σκηναῖς, ἐπὶ θάτερα δὲ τῆς ἀγορᾶς καὶ στρατηγίου καὶ ταμιείου παρατείνουσα παρὰ πάντα τὰ προειρημένα μέρη τοῦ χάρακος.
紧邻这些人的地方留出了一条宽一百英尺的通道,它与军事长官的营帐平行,并向广场、执政官营帐和财务官官署的另一侧延伸,沿着上述营墙的所有部分。
§6.31.6παρὰ δὲ τὴν ἀνωτέρω πλευρὰν ταύτης οἱ τῶν συμμάχων ἱππεῖς ἐπίλεκτοι στρατοπεδεύουσι, βλέποντες ἐπί τε τὴν ἀγορὰν ἅμα καὶ τὸ στρατήγιον καὶ τὸ ταμιεῖον.
在这条通道的上侧,同盟军的精锐骑兵宿营,同时面向广场、执政官营帐和财务官官署。
§6.31.7κατὰ μέσην δὲ τὴν τούτων τῶν ἱππέων παρεμβολὴν καὶ κατʼ αὐτὴν τὴν τοῦ στρατηγίου περίστασιν δίοδος ἀπολείπεται πεντήκοντα ποδῶν, φέρουσα μὲν ἐπὶ τὴν ὄπισθε πλευρὰν τῆς στρατοπεδείας, τῇ δὲ τάξει πρὸς ὀρθὰς κειμένη τῇ προειρημένῃ πλατείᾳ.
在这些骑兵营地的正中间,且正好对应执政官营帐周围区域的地方,留出了一条五十英尺宽的通道,通向营地的后方,其配置与上述宽阔街道相垂直。
§6.31.8τοῖς δʼ ἱππεῦσι τούτοις ἀντίτυποι τίθενται πάλιν οἱ τῶν συμμάχων ἐπίλεκτοι πεζοί, βλέποντες πρὸς τὸν χάρακα καὶ τὴν ὄπισθεν ἐπιφάνειαν τῆς ὅλης στρατοπεδείας.
与这些骑兵相对,再次安置了同盟军的精锐步兵,他们面向营墙以及整个营地的后方。
§6.31.9τὸ δʼ ἀπολειπόμενον ἐξ ἑκατέρου τοῦ μέρους τούτων κένωμα παρὰ τὰς ἐκ τῶν πλαγίων πλευρὰς δίδοται τοῖς ἀλλοφύλοις καὶ τοῖς ἐκ τοῦ καιροῦ προσγινομένοις συμμάχοις.
在这些部队两侧沿侧边留出的空地,则分配给异族人以及临时加入的同盟军。
§6.31.10τούτων δʼ οὕτως ἐχόντων τὸ μὲν σύμπαν σχῆμα γίνεται τῆς στρατοπεδείας τετράγωνον ἰσόπλευρον, τὰ δὲ κατὰ μέρος ἤδη τῆς τε ῥυμοτομίας ἐν αὐτῇ καὶ τῆς ἄλλης οἰκονομίας πόλει παραπλησίαν ἔχει τὴν διάθεσιν.
在这些情况之下,营地的整体形状成为等边正方形,而其内部的街道规划和其他管理细节,则呈现出与城市极其相似的布局。
§6.31.11τὸν δὲ χάρακα τῶν σκηνῶν ἀφιστᾶσι κατὰ πάσας τὰς ἐπιφανείας διακοσίους πόδας.
他们使营墙与各侧的营帐保持两百英尺的距离。
τοῦτο δὲ τὸ κένωμα πολλὰς καὶ δοκίμους αὐτοῖς παρέχεται χρείας.
这一空地为他们提供了许多极其有用的用途。
§6.31.12πρός τε γὰρ τὰς εἰσαγωγὰς καὶ τὰς ἐξαγωγὰς τῶν στρατοπέδων εὐφυῶς ἔχει καὶ δεόντως ἕκαστοι γὰρ κατὰ τὰς ἑαυτῶν ῥύμας εἰς τοῦτο τὸ κένωμα ποιοῦνται τὴν ἔξοδον, ἀλλʼ οὐκ εἰς μίαν συμπίπτοντες ἀνατρέπουσι καὶ συμπατοῦσιν ἀλλήλους· §6.31.13τάς τε τῶν παρεισαγομένων θρεμμάτων καὶ τὰς ἐκ τῶν πολεμίων λείας εἰς τοῦτο παράγοντες ἀσφαλῶς τηροῦσι τὰς νύκτας.
因为这不仅对军队的进出非常便利和适宜,每个部队都可以沿着自己的街道退入这片空地,而不会因拥挤在同一条街道上而互相推倒和践踏;而且,他们将带进来的牲畜和从敌人那里夺取的战利品赶入其中,在夜间安全地看管。
§6.31.14τὸ δὲ μέγιστον, ἐν ταῖς ἐπιθέσεσι ταῖς νυκτεριναῖς οὔτε πῦρ οὔτε βέλος ἐξικνεῖται πρὸς αὐτοὺς πλὴν τελείως ὀλίγων· γίνεται δὲ καὶ ταῦτα σχεδὸν ἀβλαβῆ διά τε τὸ μέγεθος τῆς ἀποστάσεως καὶ διὰ τὴν τῶν σκηνῶν περίστασιν.
最重要的是,在夜间袭击中,除了极少数之外,火和飞弹都无法触及他们;即使是这些,由于距离遥远以及营帐的环绕保护,也几乎变得毫无危害。

词汇与语法注释

  1. §6.31.1ὁ δʼ ὑπὸ τὰς τῶν χιλιάρχων σκηνὰς ὄπισθεν τόπος ὑποπεπτωκώς — 作为全句主语引入的 `ὁ ... τόπος` 伴随着分词短语,其后立即通过相关联的 `ὁ μὲν ... ὁ δʼ ἕτερος`(一部分……另一部分……)被重新拆分为两个主格成分作为主语。这种异轨(anacoluthon)结构生动地表现了同一片物理空间被一分为二、各尽其用的设计。
  2. §6.31.2οἷον ἐπικάμπιον ἔχοντες τάξιν — 形容词 `ἐπικάμπιος`(弯曲的、L型的)的中性单数宾格形式 `ἐπικάμπιον` 在此作副词使用,修饰 `ἔχοντες τάξιν`(形成队形),用来描述部队相对于军事长官营帐呈直角折弯或翼状展开的特殊排列方式。
  3. §6.31.5ἐπὶ θάτερα δὲ τῆς ἀγορᾶς καὶ στρατηγίου καὶ ταμιείου — 表示方位的惯用短语 `ἐπὶ θάτερα`(在另一侧、在向过侧)支配其后的属格 `τῆς ἀγορᾶς καὶ στρατηγίου καὶ ταμιείου`。它表明该通道横跨了这些核心设施的整个后方或对侧区域。
  4. §6.31.9τούτων — 属格指示代词 `τούτων`(这些)指代前一节(第8节)中所提到的“同盟军精锐骑兵与步兵”,表示在他们营地“两侧”(左右)所留下的其余空余空间。
  5. §6.31.12ἕκαστοι γὰρ κατὰ τὰς ἑαυτῶν ῥύμας — 复数形式的 `ἕκαστοι`(各自、各部队)指代构成营地的各个大队或兵种群体。它逻辑上解释了这一营地设计的妙处:各个单位通过各自对应的街道(`ῥύμας`)秩序井然地退入到空地中,从而避免了拥挤。

引用这一段

波利比奥斯, 历史 §6.31.1-6.31.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.31.1-6.31.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。