§6.32.1δεδομένου δὲ τοῦ πλήθους καὶ τῶν πεζῶν καὶ τῶν ἱππέων καθʼ ἑκατέραν τὴν πρόθεσιν, ἄν τε τετρακισχιλίους ἄν τε πεντακισχιλίους εἰς ἕκαστον στρατόπεδον ποιῶσι, παραπλησίως δὲ καὶ τῶν σημαιῶν τοῦ τε βάθους καὶ τοῦ μήκους καὶ τοῦ πλήθους δεδομένου, πρὸς δὲ τούτοις τῶν κατὰ τὰς διόδους καὶ πλατείας διαστημάτων, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἁπάντων δεδομένων, §6.32.2συμβαίνει τοῖς βουλομένοις συνεφιστάνειν νοεῖν καὶ τοῦ χωρίου τὸ μέγεθος καὶ τὴν ὅλην περίμετρον τῆς παρεμβολῆς.
歩兵と騎兵の数が、どちらの計画(一軍団あたり四千人とするか五千人とするか)に対しても与えられており、また同様にマニプルス(中隊)の奥行きと長さ、およびその数も与えられており、さらにこれに加えて、通路や大通りの間隔、ならびにその他すべての要素が同様に与えられているので、注意を向けようとする人々にとって、軍営の面積および全体の周囲の長さを理解することは容易である。
ἐὰν δέ ποτε πλεονάζῃ τὸ τῶν συμμάχων πλῆθος, §6.32.3ἢ τῶν ἐξ ἀρχῆς συστρατευομένων ἢ τῶν ἐκ τοῦ καιροῦ προσγινομένων, §6.32.4τοῖς μὲν ἐκ τοῦ καιροῦ πρὸς τοῖς προειρημένοις καὶ τοὺς παρὰ τὸ στρατήγιον ἀναπληροῦσι τόπους, τὴν ἀγορὰν καὶ τὸ ταμιεῖον συναγαγόντες εἰς αὐτὸν τὸν κατεπείγοντα πρὸς τὴν χρείαν τόπον·
しかし、もし同盟軍の数が通常より多くなった場合、それが最初からともに従軍している者であれ、あるいは状況に応じて後から加わった者であれ、状況に応じて加わった者たちに対しては、前述の場所に加えて、将軍の天幕の脇の空き地をも彼らの宿営地として当てがい、広場と財務官の天幕の場所をまさに必要な最低限の空間へと縮小する。
§6.32.5τοῖς δʼ ἐξ ἀρχῆς συνεκπορευομένοις, ἐὰν ᾖ πλῆθος ἱκανώτερον, ῥύμην μίαν ἐξ ἑκατέρου τοῦ μέρους τῶν Ῥωμαϊκῶν στρατοπέδων πρὸς ταῖς ὑπαρχούσαις παρὰ τὰς ἐκ τῶν πλαγίων ἐπιφανείας παρατιθέασι.
最初からともに出征している者たちに対しては、もしその数が非常に多い場合には、ローマ軍の宿営地の両側のそれぞれ外側に、既存の通りに加えて、側面の陣壁に沿って一本の通りを追加して配置する。
§6.32.6πάντων δὲ τῶν τεττάρων στρατοπέδων καὶ τῶν ὑπάτων ἀμφοτέρων εἰς ἕνα χάρακα συναθροισθέντων, οὐδὲν ἕτερον δεῖ νοεῖν πλὴν δύο στρατιὰς κατὰ τὸν ἄρτι λόγον παρεμβεβληκυίας ἀντεστραμμένας αὑταῖς συνηρμόσθαι, συναπτούσας κατὰ τὰς τῶν ἐπιλέκτων ἑκατέρου τοῦ στρατοπέδου παρεμβολάς, οὓς ἐποιοῦμεν εἰς τὴν ὀπίσω βλέποντας ἐπιφάνειαν τῆς ὅλης παρεμβολῆς,
また、四つの軍団すべてと両執政官がひとつの陣壁の中に集められる場合には、先ほど説明した方法で設営された二つの軍勢が、互いに背を向け合う形で結合し、各軍の精鋭(同盟軍)の宿営地(我々が軍営全体の背面を向くように配置した人々)のところで連結していると考えるだけでよい。
§6.32.7ὅτε δὴ συμβαίνει γίνεσθαι τὸ μὲν σχῆμα παράμηκες, τὸ δὲ χωρίον διπλάσιον τοῦ πρόσθεν, τὴν δὲ περίμετρον ἡμιόλιον.
そのとき、全体の形状は長方形となり、面積は以前の二倍、周囲の長さは一・五倍になる。
§6.32.8ὅταν μὲν οὖν συμβαίνῃ τοὺς ὑπάτους ἀμφοτέρους ὁμοῦ στρατοπεδεύειν, οὕτως ἀεὶ χρῶνται ταῖς στρατοπεδείαις·
したがって、両執政官がともに宿営する場合は、常にこのように軍営を構成する。
ὅταν δὲ χωρίς, τἄλλα μὲν ὡσαύτως, τὴν δʼ ἀγορὰν καὶ τὸ ταμιεῖον καὶ τὸ στρατήγιον μέσον τιθέασι τῶν δυεῖν στρατοπέδων.
他方、別々に宿営する場合は、他の配置は同様にするが、広場、財務官の天幕、将軍の天幕を二つの軍団の中間に配置する。