§6.30.1ἀπὸ τῶν ἁστάτων πεντήκοντα πάλιν διαλείποντες πόδας τοὺς τῶν συμμάχων ἱππεῖς ἀντίους παρεμβάλλουσι τούτοις, ποιούμενοι τὴν ἀρχὴν ἀπὸ τῆς αὐτῆς εὐθείας καὶ λήγοντες ἐπὶ τὴν αὐτήν.
ハスタティから再び五十フィートの間隔を空けて、同盟軍の騎兵を彼らと向かい合うように配置する。 彼らは同じ直線から始まり、同じ直線で終わるようにする。
§6.30.2ἔστι δὲ τὸ πλῆθος τῶν συμμάχων, ὡς ἐπάνω προεῖπα, τὸ μὲν τῶν πεζῶν πάρισον τοῖς Ῥωμαϊκοῖς στρατοπέδοις, λεῖπον τοῖς ἐπιλέκτοις, τὸ δὲ τῶν ἱππέων διπλάσιον, ἀφῃρημένου καὶ τούτων τοῦ τρίτου μέρους εἰς τοὺς ἐπιλέκτους.
同盟軍の数は、上に述べたように、歩兵はローマの軍団とほぼ同じであるが、精鋭の分だけ少なく、騎兵は二倍であるが、彼らからも三分の一が精鋭のために引かれている。
§6.30.3διὸ καὶ τὸ βάθος αὔξοντες τούτοις πρὸς λόγον ἐν τοῖς στρατοπεδευτικοῖς σχήμασι, πειρῶνται κατὰ τὸ μῆκος ἐξισοῦν τοῖς τῶν Ῥωμαίων στρατοπέδοις.
それゆえ、設営の形状において、彼らの奥行きを比例して増やすことで、ローマの軍団の長さに等しくしようと努める。
§6.30.4ἀποτελεσθεισῶν δὲ τῶν ἁπασῶν πέντε διόδων, αὖθις εἰς τοὔμπαλιν ἀπεστραμμένας ὁμοίως τοῖς ἱππεῦσι τιθέασι τὰς τῶν συμμαχικῶν πεζῶν σημαίας, αὔξοντες τὸ βάθος πρὸς λόγον, βλεπούσας δὲ πρὸς τὸν χάρακα καὶ πρὸς τὰς ἐκ τῶν πλαγίων ἐπιφανείας ἑκατέρας.
全部で五つの通路が形成された後、再びこれとは反対方向を向かせて、騎兵と同様に、同盟軍の歩兵の中隊を配置し、奥行きを比例して増やしながら、陣壁および両側のそれぞれの側面を向くようにさせる。
§6.30.5καθʼ ἑκάστην δὲ σημαίαν τὰς πρώτας ἀφʼ ἑκατέρου τοῦ μέρους σκηνὰς οἱ ταξίαρχοι λαμβάνουσιν.
各中隊において、両側の最初の天幕を百人隊長たちが占める。
ἅμα δὲ τὸν προειρημένον τρόπον παρεμβάλλοντες καθʼ ἕκαστον μέρος τὸν ἕκτον οὐλαμὸν ἀπὸ τοῦ πέμπτου πεντήκοντα πόδας ἀφιστᾶσι, παραπλησίως δὲ καὶ τὰς τῶν πεζῶν τάξεις,
また、上述の方法で各部分を配置するのと同時に、第五の騎兵隊から第六の騎兵隊を五十フィート離し、同様に歩兵の部隊も離す。
§6.30.6ὥστε γίνεσθαι καὶ ταύτην ἄλλην διὰ μέσων τῶν στρατοπέδων δίοδον, ἐπικάρσιον μὲν πρὸς τὰς ῥύμας, παράλληλον δὲ ταῖς τῶν χιλιάρχων σκηναῖς, ἣν καλοῦσι πέμπτην διὰ τὸ παρὰ τὰ πέμπτα τάγματα παρήκειν.
その結果、これもまた軍営の真ん中を通るもう一つの通路となり、それは通りに対しては直交し、千人隊長たちの天幕とは平行であって、これを彼らは「第五の通り」と呼ぶが、それは第五の部隊に沿って走っているからである。