Humanitext Reader

ポリュビオス · 歴史 §6.19.1-6.19.9

兵役規定と千人隊長の任命および軍団への配属

496 / 1311 箇所 · ギリシア語

要旨

ローマ市民の兵役規定(騎兵・歩兵の年限、公職就任の条件)と、毎年カピトリウムで執政官や民衆により任命された千人隊長を4つの軍団に配属する制度的手順が述べられている。

§6.19.1ἐπειδὰν ἀποδείξωσι τοὺς ὑπάτους, μετὰ ταῦτα χιλιάρχους καθιστᾶσι, τετταρασκαίδεκα μὲν ἐκ τῶν πέντʼ ἐνιαυσίους ἐχόντων ἤδη στρατείας, δέκα δʼ ἄλλους σὺν τούτοις ἐκ τῶν δέκα.
彼らが執政官たちを任命した後、次に千人隊長たちを任命する。 すでに5か年の軍役に服した人々から14名、そして彼らに加えて、10か年の軍役に服した人々から他に10名を任命するのである。
§6.19.2τῶν λοιπῶν τοὺς μὲν ἱππεῖς δέκα, τοὺς δὲ πεζοὺς ἓξ καὶ δέκα δεῖ στρατείας τελεῖν κατʼ ἀνάγκην ἐν τοῖς τετταράκοντα καὶ ἓξ ἔτεσιν ἀπὸ γενεᾶς πλὴν τῶν ὑπὸ τὰς τετρακοσίας δραχμὰς τετιμημένων·
残りの者のうち、騎士は10か年、歩兵は16か年の軍役に服さねばならず、これは出生から46年の間に義務づけられている。 ただし、400ドラクマ未満に財産を評価された人々は除かれる。
§6.19.3τούτους δὲ παριᾶσι πάντας εἰς τὴν ναυτικὴν χρείαν.
彼らはこれら(400ドラクマ未満の者)をすべて海軍の任務に割り当てる。
ἐὰν δέ ποτε κατεπείγῃ τὰ τῆς περιστάσεως, ὀφείλουσιν οἱ πεζοὶ στρατεύειν εἴκοσι στρατείας ἐνιαυσίους.
しかし、もし事態が急を要することがあれば、歩兵は20か年の年限で軍役に服さねばならない。
§6.19.4πολιτικὴν δὲ λαβεῖν ἀρχὴν οὐκ ἔξεστιν οὐδενὶ πρότερον, ἐὰν μὴ δέκα στρατείας ἐνιαυσίους ᾖ τετελεκώς.
また、10か年の軍役を完了していなければ、何人もそれ以前に公職に就くことは許されない。
§6.19.5ἐὰν δὲ μέλλωσι ποιεῖσθαι τὴν καταγραφὴν τῶν στρατιωτῶν οἱ τὰς ὑπάτους ἔχοντες ἀρχάς, προλέγουσιν ἐν τῷ δήμῳ τὴν ἡμέραν, ἐν ᾗ δεήσει παραγενέσθαι τοὺς ἐν ταῖς ἡλικίαις Ῥωμαίους ἅπαντας.
執政官たちが兵士の徴募を行おうとするときには、軍役に適した年齢のローマ人全員が出頭すべき日を民衆に対してあらかじめ布告する。
ποιοῦσι δὲ τοῦτο καθʼ ἕκαστον ἐνιαυτόν.
彼らはこれを毎年行う。
§6.19.6τῆς δʼ ἡμέρας ἐπελθούσης καὶ τῶν στρατευσίμων παραγενομένων εἰς τὴν Ῥώμην, καὶ μετὰ ταῦθʼ ἁθροισθέντων εἰς τὸ Καπετώλιον, διεῖλον σφᾶς αὐτοὺς οἱ νεώτεροι τῶν χιλιάρχων,
その日が到来し、軍役対象者たちがローマに到着し、そののちカピトリウムの丘に集められると、千人隊長のうち若い方の者たちは、自らを分割する。
§6.19.7καθάπερ ἂν ὑπὸ τοῦ δήμου κατασταθῶσιν ἢ τῶν στρατηγῶν, εἰς τέτταρα μέρη διὰ τὸ τέτταρα παρʼ αὐτοῖς στρατόπεδα τὴν ὁλοσχερῆ καὶ πρώτην διαίρεσιν τῶν δυνάμεων ποιεῖσθαι.
民衆によって、あるいは将軍たちによって任命された方法に従って四つの部分へと。 それは、彼らのもとでは、全軍の全体的かつ最初の分割が4つの軍団を構成することになるからである。
§6.19.8καὶ τοὺς μὲν πρώτους κατασταθέντας τέτταρας εἰς τὸ πρῶτον καλούμενον στρατόπεδον ἔνειμαν, τοὺς δʼ ἑξῆς τρεῖς εἰς τὸ δεύτερον, τοὺς δʼ ἑπομένους τούτοις τέτταρας εἰς τὸ τρίτον, τρεῖς δὲ τοὺς τελευταίους εἰς τὸ τέταρτον.
そして、最初に任命された4名をいわゆる第1軍団に配属し、次の3名を第2に、これに続く4名を第3に、最後の3名を第4に配属した。
§6.19.9τῶν δὲ πρεσβυτέρων δύο μὲν τοὺς πρώτους εἰς τὸ πρῶτον, τρεῖς δὲ τοὺς δευτέρους εἰς τὸ δεύτερον τιθέασι στρατόπεδον, δύο δὲ τοὺς ἑξῆς εἰς τὸ τρίτον, τρεῖς δὲ τοὺς τελευταίους εἰς τὸ τέταρτον [τῶν
年長の方の千人隊長については、最初の2名を第1軍団に、次の3名を第2に、続く2名を第3に、最後の3名を第4軍団に配置する。

語釈・文法注

  1. 6.19.1ἐκ τῶν πέντʼ ἐνιαυσίους ἐχόντων ἤδη στρατείας — 冠詞を伴う現在分詞の属格 ἐχόντων が関係代名詞節のように機能し、「既に5か年の(ἐνιαυσίους)軍務(στρατείας)を経験した(ἐχόντων)人々(τῶν)から」を意味する。πέντε(5)は ἐνιαυσίους とともに形容詞として機能している。
  2. 6.19.2ἐν τοῖς τετταράκοντα καὶ ἓξ ἔτεσιν ἀπὸ γενεᾶς — 「出生から46年の間に」という表現で、ローマ市民が兵役義務を課される年齢(17歳から46歳まで)の上限を、生まれてからの総年数で示している。
  3. 6.19.7διὰ τὸ τέτταρα παρʼ αὐτοῖς στρατόπεδα τὴν ὁλοσχερῆ καὶ πρώτην διαίρεσιν τῶν δυνάμεων ποιεῖσθαι — 前置詞 διὰ と冠詞付き不定詞 τὸ ... ποιεῖσθαι による原因を表す節。不定詞 ποιεῖσθαι(受動または中動)に対し、τέτταρα στρατόπεδα が対格主語、τὴν ὁλοσχερῆ καὶ πρώτην διαίρεσιν τῶν δυνάμεων が対格目的語(あるいは叙述的対格)であり、「4つの軍団が(軍全体の)最初の主要な分割を形成するから」と解釈される。

この箇所を引用する

ポリュビオス, 歴史 §6.19.1-6.19.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.19.1-6.19.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。