§6.19.1ἐπειδὰν ἀποδείξωσι τοὺς ὑπάτους, μετὰ ταῦτα χιλιάρχους καθιστᾶσι, τετταρασκαίδεκα μὲν ἐκ τῶν πέντʼ ἐνιαυσίους ἐχόντων ἤδη στρατείας, δέκα δʼ ἄλλους σὺν τούτοις ἐκ τῶν δέκα.
当他们选出执政官后,随后便任命千人队长:从已服役五年的人中选出十四名,此外再从已服役十年的人中选出十名。
§6.19.2τῶν λοιπῶν τοὺς μὲν ἱππεῖς δέκα, τοὺς δὲ πεζοὺς ἓξ καὶ δέκα δεῖ στρατείας τελεῖν κατʼ ἀνάγκην ἐν τοῖς τετταράκοντα καὶ ἓξ ἔτεσιν ἀπὸ γενεᾶς πλὴν τῶν ὑπὸ τὰς τετρακοσίας δραχμὰς τετιμημένων·
其余的人中,骑兵必须服役十年,步兵必须服役十六年,这是自出生起四十六年内必须强制履行的,但财产评估在四百德拉克马以下者除外。
§6.19.3τούτους δὲ παριᾶσι πάντας εἰς τὴν ναυτικὴν χρείαν.
这些人全部被分派去服海军役。
ἐὰν δέ ποτε κατεπείγῃ τὰ τῆς περιστάσεως, ὀφείλουσιν οἱ πεζοὶ στρατεύειν εἴκοσι στρατείας ἐνιαυσίους.
如果局势紧迫,步兵则必须服满二十年的年役。
§6.19.4πολιτικὴν δὲ λαβεῖν ἀρχὴν οὐκ ἔξεστιν οὐδενὶ πρότερον, ἐὰν μὴ δέκα στρατείας ἐνιαυσίους ᾖ τετελεκώς.
任何人在服满十个年役之前,均不得担任国家公职。
§6.19.5ἐὰν δὲ μέλλωσι ποιεῖσθαι τὴν καταγραφὴν τῶν στρατιωτῶν οἱ τὰς ὑπάτους ἔχοντες ἀρχάς, προλέγουσιν ἐν τῷ δήμῳ τὴν ἡμέραν, ἐν ᾗ δεήσει παραγενέσθαι τοὺς ἐν ταῖς ἡλικίαις Ῥωμαίους ἅπαντας.
当拥有执政官权能的官员准备招募士兵时,他们会在民众中宣布一个日期,届时所有达到服役年龄的罗马人必须前往报到。
ποιοῦσι δὲ τοῦτο καθʼ ἕκαστον ἐνιαυτόν.
他们每年都这样做。
§6.19.6τῆς δʼ ἡμέρας ἐπελθούσης καὶ τῶν στρατευσίμων παραγενομένων εἰς τὴν Ῥώμην, καὶ μετὰ ταῦθʼ ἁθροισθέντων εἰς τὸ Καπετώλιον, διεῖλον σφᾶς αὐτοὺς οἱ νεώτεροι τῶν χιλιάρχων, §6.19.7καθάπερ ἂν ὑπὸ τοῦ δήμου κατασταθῶσιν ἢ τῶν στρατηγῶν, εἰς τέτταρα μέρη διὰ τὸ τέτταρα παρʼ αὐτοῖς στρατόπεδα τὴν ὁλοσχερῆ καὶ πρώτην διαίρεσιν τῶν δυνάμεων ποιεῖσθαι.
当日期来临、应征入伍者抵达罗马,并随后在卡皮托留姆集结之后,较为年轻的千人队长们便将他们自己划分,按照由民众或将军所任命的方式,分为四个部分;因为在他们那里,军队的完整且首要的划分构成了四个军团。
§6.19.8καὶ τοὺς μὲν πρώτους κατασταθέντας τέτταρας εἰς τὸ πρῶτον καλούμενον στρατόπεδον ἔνειμαν, τοὺς δʼ ἑξῆς τρεῖς εἰς τὸ δεύτερον, τοὺς δʼ ἑπομένους τούτοις τέτταρας εἰς τὸ τρίτον, τρεῖς δὲ τοὺς τελευταίους εἰς τὸ τέταρτον.
他们将最先任命的四人分派到被称为第一的军团,接下来的三人分派到第二军团,紧随其后的四人分派到第三军团,最后的三人则分派到第四军团。
§6.19.9τῶν δὲ πρεσβυτέρων δύο μὲν τοὺς πρώτους εἰς τὸ πρῶτον, τρεῖς δὲ τοὺς δευτέρους εἰς τὸ δεύτερον τιθέασι στρατόπεδον, δύο δὲ τοὺς ἑξῆς εἰς τὸ τρίτον, τρεῖς δὲ τοὺς τελευταίους εἰς τὸ τέταρτον [τῶν
至于年长一些的千人队长,他们将最先的两人安置在第一军团,第二批的三人安置在第二军团,接下来的两人安置在第三军团,最后的三人安置在第四军团。