§5.92.1Ἄρατος μὲν οὖν ταῦτʼ ἔπραττε καὶ ταύτας ἐξήρτυε τὰς παρασκευάς·
ほうして、アラトスはこれらのことを行い、これらの準備を整えていた。
§5.92.2ὁ δὲ Λυκοῦργος καὶ Πυρρίας διαπεμψάμενοι πρὸς ἀλλήλους, ἵνα ταῖς αὐταῖς ἡμέραις ποιήσωνται τὴν ἔξοδον, προῆγον εἰς τὴν Μεσσηνίαν.
一方、リュクールゴスとピュリアスは、同じ日に出撃するよう互いに連絡を取り合って、メッセニアへと進軍した。
§5.92.3ὁ δὲ στρατηγὸς τῶν Ἀχαιῶν, συνεὶς τὴν ἐπιβολὴν αὐτῶν, ἧκεν ἔχων τοὺς μισθοφόρους καί τινας τῶν ἐπιλέκτων εἰς τὴν Μεγάλην πόλιν παραβοηθήσων τοῖς Μεσσηνίοις.
しかしアカイア人の将軍は、彼らの計画を察知し、メッセニア人たちを救援するために、傭兵たちと精鋭部隊の一部を率いてメガロポリスへやって来た。
§5.92.4Λυκοῦργος δʼ ἐξορμήσας τὰς μὲν Καλάμας, χωρίον τι τῶν Μεσσηνίων, προδοσίᾳ κατέσχε, μετὰ δὲ ταῦτα προῆγε, σπεύδων συμμῖξαι τοῖς Αἰτωλοῖς.
リュクールゴスは出撃して、メッセニア人の一要塞であるカラマイを裏切りによって占領し、その後、アイトリア人と合流することを急いで前進した。
§5.92.5ὁ δὲ Πυρρίας παντελῶς ἐλαφρὸς ἐξελθὼν ἐκ τῆς Ἤλιδος, καὶ κατὰ τὴν εἰσβολὴν τὴν εἰς Μεσσηνίαν εὐθέως κωλυθεὶς ὑπὸ τῶν Κυπαρισσέων, ἀνέστρεψε.
しかし、ピュリアスは極めて軽装でエリスから出撃したものの、メッセニアへの侵入時にクパリュッシア人たちによって直ちに阻まれ、引き返した。
§5.92.6διόπερ ὁ Λυκοῦργος, οὔτε συμμῖξαι δυνάμενος τοῖς περὶ τὸν Πυρρίαν οὔτʼ αὐτὸς ἀξιόχρεως ὑπάρχων, ἐπὶ βραχὺ προσβολὰς ποιησάμενος πρὸς τὴν Ἀνδανίαν ἄπρακτος αὖθις εἰς τὴν Σπάρτην ἀπηλλάγη.
それゆえ、リュクールゴスはピュリアスの一行と合流することもできず、また自分自身も十分な兵力を持たなかったため、アンダニアに対してわずかな攻撃を行っただけで、成果を上げることなく再びスパルタへと退却した。
§5.92.7Ἄρατος δέ, διαπεσούσης τοῖς πολεμίοις τῆς ἐπιβολῆς, τὸ κατὰ λόγον ποιῶν καὶ προνοούμενος τοῦ μέλλοντος, συνετάξατο πρός τε Ταυρίωνα παρασκευάζειν ἱππεῖς πεντήκοντα καὶ πεζοὺς πεντακοσίους καὶ πρὸς Μεσσηνίους, ἵνα τοὺς ἴσους τούτοις ἱππεῖς καὶ πεζοὺς ἐξαποστείλωσι,
一方アラトスは、敵の計画が瓦解すると、合理的な行動をとり、将来を見据えて、タウリオンに対して騎兵五十人と歩兵五百人を準備するよう手配し、またメッセニア人たちに対しても、これらと同数の騎兵と歩兵を派遣するよう手配した。
§5.92.8βουλόμενος τούτοις μὲν τοῖς ἀνδράσι παραφυλάττεσθαι τήν τε τῶν Μεσσηνίων χώραν καὶ Μεγαλοπολιτῶν καὶ Τεγεατῶν, ἔτι δὲ τῶν Ἀργείων —
彼は、これらの兵士たちによって、メッセニア人、メガロポリス人、テゲア人の領土、さらにはアルゴス人の領土をも警備させることを望んでいたのである。
§5.92.9αὗται γὰρ αἱ χῶραι, συντερμονοῦσαι τῇ Λακωνικῇ πρόκεινται τῶν ἄλλων Πελοποννησίων πρὸς τὸν ἀπὸ Λακεδαιμονίων πόλεμον — §5.92.10τοῖς δʼ Ἀχαϊκοῖς ἐπιλέκτοις καὶ μισθοφόροις τὰ πρὸς τὴν Ἠλείαν καὶ τὴν Αἰτωλίαν ἐστραμμένα μέρη τῆς Ἀχαΐας τηρεῖν.
―― というのも、これらの領土はラコニア地方と国境を接しており、ラケダイモン人との戦争に対して、他のペロポネソス人たちの防波堤に位置しているからである―― また、アカイア人の精鋭部隊と傭兵たちには、エリスやアイトリアに面したアカイアの地域を守らせることを望んでいた。