§5.91.1ἄρτι δὲ τῆς θερινῆς ὥρας ἐνισταμένης, καὶ στρατηγοῦντος Ἀγήτα μὲν τῶν Αἰτωλῶν, Ἀράτου δὲ παρειληφότος τὴν τῶν Ἀχαιῶν στρατηγίαν — ἀπὸ γὰρ τούτων ἐποιησάμεθα τοῦ συμμαχικοῦ πολέμου τὴν ἐκτροπήν — Λυκοῦργος μὲν ὁ Σπαρτιάτης ἐπανῆκε πάλιν ἐξ Αἰτωλίας·
ちょうど夏の季節が始まろうとしており、アゲタスがアイトリア人の将軍を務め、アラトスがアカイア人の将軍職を引き継いだ時に――というのも、まさにこれらから私たちは同盟戦争の記述の一時的中断を行ったからであるが――スパルタ人のリュクールゴスが、アイトリアから再び帰還した。
§5.91.2οἱ γὰρ ἔφοροι, ψευδῆ τὴν διαβολὴν εὑρόντες, διʼ ἣν ἔφευγε, μετεπέμποντο καὶ μετεκάλουν αὖθις τὸν Λυκοῦργον.
というのも、監督官たちは、彼が亡命する原因となった讒言が虚偽であると知り、再びリュクールゴスを呼び戻し、召喚したからである。
§5.91.3οὗτος μὲν οὖν ἐτάττετο πρὸς Πυρρίαν τὸν Αἰτωλόν, ὃς ἐτύγχανε τότε παρὰ τοῖς Ἠλείοις στρατηγὸς ὤν, περὶ τῆς εἰς τὴν Μεσσηνίαν εἰσβολῆς.
そこで彼は、当時エリス人たちのもとで将軍を務めていたアイトリア人のピュリアスと、メッセニアへの侵入に関して共同の計画を立てていた。
§5.91.4Ἄρατος δὲ παρειλήφει τό τε ξενικὸν τὸ τῶν Ἀχαιῶν κατεφθαρμένον τάς τε πόλεις ὀλιγώρως διακειμένας πρὸς τὰς εἰς τοῦτο τὸ μέρος εἰσφορὰς διὰ τὸ τὸν πρὸ αὐτοῦ στρατηγὸν Ἐπήρατον, ὡς ἐπάνω προεῖπα, κακῶς καὶ ῥᾳθύμως κεχρῆσθαι τοῖς κοινοῖς πράγμασιν.
一方、アラトスは、彼の前の将軍エペラトスが、上に述べたように、公共の事柄を不適切かつ怠慢に扱っていたために、アカイア人の傭兵部隊がすっかり荒廃し、また諸都市がこの部門への拠出金に対して怠慢な態度を取っている状態を引き継いでいた。
§5.91.5οὐ μὴν ἀλλὰ παρακαλέσας τοὺς Ἀχαιούς, καὶ λαβὼν δόγμα περὶ τούτων, ἐνεργὸς ἐγίνετο περὶ τὴν τοῦ πολέμου παρασκευήν.
それにもかかわらず、彼はアカイア人たちを説得し、これらの件について決議を得て、戦争の準備に精力的に取り組み始めた。
§5.91.6ἦν δὲ τὰ δόξαντα τοῖς Ἀχαιοῖς ταῦτα·
アカイア人たちが決議した内容は次のようなものであった。
πεζοὺς μὲν τρέφειν μισθοφόρους ὀκτακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους, τῶν δʼ Ἀχαϊκῶν ἐπιλέκτους, πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς δὲ τριακοσίους·
すなわち、傭兵の歩兵八千人と騎兵五百人を維持すること、またアカイア人の精鋭部隊として歩兵三千人と騎兵三百人を維持すること。
§5.91.7εἶναι δὲ τούτων Μεγαλοπολίτας μὲν χαλκάσπιδας, πεζοὺς μὲν πεντακοσίους, ἱππεῖς δὲ πεντήκοντα, καὶ τοὺς ἴσους Ἀργείων.
そして、これらのうちメガロポリス人の青銅の盾兵として歩兵五百人と騎兵五十人がいること、また同数のアルゴス人がいること。
§5.91.8ἔδοξε δὲ καὶ ναῦς πλεῖν τρεῖς μὲν περὶ τὴν Ἀκτὴν καὶ τὸν Ἀργολικὸν κόλπον, τρεῖς δὲ κατὰ Πάτρας καὶ Δύμην καὶ τὴν ταύτῃ θάλατταν.
また、船が航行することも決定された。 すなわち、三隻はアクテとアルゴリス湾の周辺を、三隻はパトライとデュメ、およびそのあたりの海を航行することである。