§5.92.1Ἄρατος μὲν οὖν ταῦτʼ ἔπραττε καὶ ταύτας ἐξήρτυε τὰς παρασκευάς·
于是,阿拉托斯进行着这些事务,做着这些准备。
§5.92.2ὁ δὲ Λυκοῦργος καὶ Πυρρίας διαπεμψάμενοι πρὸς ἀλλήλους, ἵνα ταῖς αὐταῖς ἡμέραις ποιήσωνται τὴν ἔξοδον, προῆγον εἰς τὴν Μεσσηνίαν.
而吕库古和皮里亚斯互相派使者联系,以便在同一天出兵,并向麦塞尼亚进军。
§5.92.3ὁ δὲ στρατηγὸς τῶν Ἀχαιῶν, συνεὶς τὴν ἐπιβολὴν αὐτῶν, ἧκεν ἔχων τοὺς μισθοφόρους καί τινας τῶν ἐπιλέκτων εἰς τὴν Μεγάλην πόλιν παραβοηθήσων τοῖς Μεσσηνίοις.
但阿开亚人的将军察觉了他们的企图,便率领雇佣军和部分精锐部队来到大城市,以援助麦塞尼亚人。
§5.92.4Λυκοῦργος δʼ ἐξορμήσας τὰς μὲν Καλάμας, χωρίον τι τῶν Μεσσηνίων, προδοσίᾳ κατέσχε, μετὰ δὲ ταῦτα προῆγε, σπεύδων συμμῖξαι τοῖς Αἰτωλοῖς.
吕库古出兵后,通过叛徒内应占领了麦塞尼亚人的一个要塞卡拉迈,此后便继续前进,急于与埃托利亚人会合。
§5.92.5ὁ δὲ Πυρρίας παντελῶς ἐλαφρὸς ἐξελθὼν ἐκ τῆς Ἤλιδος, καὶ κατὰ τὴν εἰσβολὴν τὴν εἰς Μεσσηνίαν εὐθέως κωλυθεὶς ὑπὸ τῶν Κυπαρισσέων, ἀνέστρεψε.
然而,皮里亚斯虽然带着极其轻装的装备从伊利斯出发,但在入侵麦塞尼亚时立即遭到库帕里西亚人的阻击,于是退了回去。
§5.92.6διόπερ ὁ Λυκοῦργος, οὔτε συμμῖξαι δυνάμενος τοῖς περὶ τὸν Πυρρίαν οὔτʼ αὐτὸς ἀξιόχρεως ὑπάρχων, ἐπὶ βραχὺ προσβολὰς ποιησάμενος πρὸς τὴν Ἀνδανίαν ἄπρακτος αὖθις εἰς τὴν Σπάρτην ἀπηλλάγη.
因此,吕库古既无法与皮里亚斯部会合,自身兵力也不足,只对安达尼亚进行了一些简短的攻击,便无功而返,再次撤回斯巴达。
§5.92.7Ἄρατος δέ, διαπεσούσης τοῖς πολεμίοις τῆς ἐπιβολῆς, τὸ κατὰ λόγον ποιῶν καὶ προνοούμενος τοῦ μέλλοντος, συνετάξατο πρός τε Ταυρίωνα παρασκευάζειν ἱππεῖς πεντήκοντα καὶ πεζοὺς πεντακοσίους καὶ πρὸς Μεσσηνίους, ἵνα τοὺς ἴσους τούτοις ἱππεῖς καὶ πεζοὺς ἐξαποστείλωσι, §5.92.8βουλόμενος τούτοις μὲν τοῖς ἀνδράσι παραφυλάττεσθαι τήν τε τῶν Μεσσηνίων χώραν καὶ Μεγαλοπολιτῶν καὶ Τεγεατῶν, ἔτι δὲ τῶν Ἀργείων — §5.92.9αὗται γὰρ αἱ χῶραι, συντερμονοῦσαι τῇ Λακωνικῇ πρόκεινται τῶν ἄλλων Πελοποννησίων πρὸς τὸν ἀπὸ Λακεδαιμονίων πόλεμον — §5.92.10τοῖς δʼ Ἀχαϊκοῖς ἐπιλέκτοις καὶ μισθοφόροις τὰ πρὸς τὴν Ἠλείαν καὶ τὴν Αἰτωλίαν ἐστραμμένα μέρη τῆς Ἀχαΐας τηρεῖν.
而阿拉托斯在敌人的企图挫败后,采取了合理的行动并防患于未然,与陶里翁协定准备五十名骑兵和五百名步兵,并与麦塞尼亚人协定派遣同等数量的骑兵和步兵,他希望由这些士兵来守卫麦塞尼亚人、梅加洛波利斯人、特格亚人以及阿耳戈斯人的领土—— 因为这些领土与拉科尼亚接壤,面对与拉刻代蒙人的战争,它们处于其他伯罗奔尼撒人最前沿的位置—— 并让阿开亚人的精锐部队和雇佣军防守面向伊利斯和埃托利亚的阿开亚地区。