Humanitext Reader

ポリュビオス · 歴史 §5.85.1-5.85.13

中央ファランクスの激突とプトレマイオスの勝利

449 / 1311 箇所 · ギリシア語

要旨

ラフィアの戦いで両軍の片翼ずつが崩壊した後、プトレマイオスが中央のファランクスを激励して前進させたことでシリア軍が退却し、敵追撃に熱中していた若きアンティオコスは自軍の敗北を知ってラフィアへ撤退した。

§5.85.1τρόπον πιεζόμενον ἐνέκλινε πᾶν, Ἐχεκράτης δʼ ὁ τὸ δεξιὸν ἔχων κέρας τὸ μὲν πρῶτον ἐκαραδόκει τὴν τῶν προειρημένων κεράτων σύμπτωσιν, ἐπεὶ δὲ τὸν μὲν κονιορτὸν ἑώρα κατὰ τῶν ἰδίων φερόμενον, τὰ δὲ παρʼ αὑτοῖς θηρία τὸ παράπαν οὐδὲ προσιέναι τολμῶντα τοῖς ὑπεναντίοις, §5.85.2τῷ μὲν Φοξίδᾳ παρήγγειλε τοὺς ἀπὸ τῆς Ἑλλάδος ἔχοντι μισθοφόρους συμβαλεῖν τοῖς κατὰ πρόσωπον ἀντιτεταγμένοις, §5.85.3αὐτὸς δʼ ἐξαγαγὼν κατὰ κέρας τοὺς ἱππεῖς καὶ τοὺς ὑπὸ τὰ θηρία τεταγμένους τῆς μὲν ἐφόδου τῶν θηρίων ἐκτὸς ἐγεγόνει, τοὺς δὲ τῶν πολεμίων ἱππεῖς, οὓς μὲν ὑπεραίρων, οἷς δὲ κατὰ κέρας ἐμβάλλων, ταχέως ἐτρέψατο.
方法で圧迫されて全体が後退した。 エケクラテスは右翼を率いていたが、最初は上述の翼同士の激突を注視していた。 しかし、土煙が自分たちの部隊に向かって舞い上がるのを目にし、また味方側の戦象たちが敵に向かって進むことさえ全く敢えてしないのを見て、ギリシアからの傭兵を率いるポクシダスに対して、正面に対峙している敵と交戦するよう命じ、自らは騎兵と戦象の背後に配置されていた歩兵を側面に引き出し、戦象の襲撃の圏外に出ると、敵の騎兵たちを、ある者は包囲し、ある者には側面に突撃して、速やかに敗走させた。
§5.85.4τὸ δὲ παραπλήσιον ὅ τε Φοξίδας καὶ πάντες οἱ περὶ αὐτὸν ἐποίησαν·
これとほぼ同様のことを、ポクシダスと彼の配下の者たちも行った。
προσπεσόντες γὰρ τοῖς Ἄραψι καὶ τοῖς Μήδοις ἠνάγκασαν ἀποστραφέντας φεύγειν προτροπάδην.
彼らはアラビア人とメディア人に襲いかかり、背を向けさせ、一目散に逃走させたからである。
§5.85.5τὸ μὲν οὖν δεξιὸν τῶν περὶ τὸν Ἀντίοχον ἐνίκα, τὸ δʼ εὐώνυμον ἡττᾶτο τὸν προειρημένον τρόπον.
こうしてアンティオコス側の右翼は勝利したが、左翼は前述の方法で敗北した。
§5.85.6αἱ δὲ φάλαγγες, ἀμφοτέρων τῶν κεράτων αὐταῖς ἐψιλωμένων, ἔμενον ἀκέραιοι κατὰ μέσον τὸ πεδίον, ἀμφηρίστους ἔχουσαι τὰς ὑπὲρ τοῦ μέλλοντος ἐλπίδας.
一方、両翼を剥ぎ取られたファランクス同士は、平原の中央で無傷のまま留まり、今後の行く末について互いに勝敗の定まらない期待を抱いていた。
§5.85.7κατὰ δὲ τὸν καιρὸν τοῦτον Ἀντίοχος μὲν ἐνηγωνίζετο τῷ κατὰ τὸ δεξιὸν κέρας προτερήματι,
この時、アンティオコスは右翼における自らの優勢に熱中していた。
§5.85.8Πτολεμαῖος δὲ τὴν ἀποχώρησιν ὑπὸ τὴν φάλαγγα πεποιημένος, τότε προελθὼν εἰς μέσον καὶ φανεὶς ταῖς δυνάμεσι τοὺς μὲν ὑπεναντίους κατεπλήξατο, τοῖς δὲ παρʼ αὑτοῦ μεγάλην ὁρμὴν ἐνειργάσατο καὶ προθυμίαν.
一方プトレマイオスは、ファランクスの背後へ退却していたが、その時中央に進み出て味方の軍勢の前に姿を現し、敵を畏怖させるとともに、味方に大いなる突撃心と熱意を吹き込んだ。
§5.85.9διὸ καὶ καταβαλόντες παραχρῆμα τὰς σαρίσας οἱ περὶ τὸν Ἀνδρόμαχον καὶ Σωσίβιον ἐπῆγον.
それゆえ、アンドロマコスとソシビオス配下の歩兵たちは、直ちにサリサを水平に構えて前進した。
§5.85.10οἱ μὲν οὖν ἐπίλεκτοι τῶν Συριακῶν βραχύν τινα χρόνον ἀντέστησαν, οἵ τε μετὰ τοῦ Νικάρχου ταχέως ἐγκλίναντες ὑπεχώρουν·
シリア側の精鋭部隊はわずかの間持ちこたえたが、ニカルコス配下の兵たちはすぐに隊列を崩して退却し始めた。
§5.85.11ὁ δʼ Ἀντίοχος, ὡς ἂν ἄπειρος καὶ νέος, ὑπολαμβάνων ἐκ τοῦ καθʼ ἑαυτὸν μέρους καὶ τὰ λοιπὰ παραπλησίως αὑτῷ πάντα νικᾶν, ἐπέκειτο τοῖς φεύγουσιν.
しかしアンティオコスは、経験が浅く若いために、自分が戦っている戦区から判断して他のすべての戦区でも同様に自分が勝利していると思い込み、逃走する敵を追撃し続けた。
§5.85.12ὀψὲ δέ ποτε τῶν πρεσβυτέρων τινὸς ἐπιστήσαντος αὐτόν, καὶ δείξαντος φερόμενον τὸν κονιορτὸν ἀπὸ τῆς φάλαγγος ἐπὶ τὴν ἑαυτῶν παρεμβολήν, τότε συννοήσας τὸ γινόμενον ἀνατρέχειν ἐπειρᾶτο μετὰ τῆς βασιλικῆς ἴλης ἐπὶ τὸν τῆς παρατάξεως τόπον.
かなり後になって、年長の将校の一人が彼を引き止め、ファランクスから自分たちの陣営へと向かって土煙が舞い上がっているのを指し示した。 その時初めて起こっている事態を察知した彼は、近衛騎兵隊とともに戦列のあった場所へと急ぎ戻ろうとした。
§5.85.13καταλαβὼν δὲ τοὺς παρʼ αὑτοῦ πάντας πεφευγότας, οὕτως ἐποιεῖτο τὴν ἀποχώρησιν εἰς τὴν Ῥαφίαν, τὸ μὲν καθʼ αὑτὸν μέρος πεπεισμένος νικᾶν, διὰ δὲ τὴν τῶν ἄλλων ἀγεννίαν καὶ δειλίαν ἐσφάλθαι νομίζων τοῖς ὅλοις.
しかし、味方の兵がすべて逃亡したのを知ると、彼はラフィアへと退却していった。 自分自身の戦区では勝利したと確信しつつも、他の者たちの卑怯さと臆病さのために、全体としては敗北を喫したと考えながら。

語釈・文法注

  1. 5.85.1τὰ δὲ παρʼ αὑτοῖς θηρία τὸ παράπαν οὐδὲ προσιέναι τολμῶντα — 分詞 τολμῶντα は、知覚動詞 ἑώρα(ὁράω の 3人称単数未完了過去)の直接の対象となる対格の語句(τὰ θηρία)を補う目的格補語的な分詞である。直訳すれば「自分たちの側の獣たちが〜するのを敢えてしないのを見た」となる。
  2. 5.85.3τῆς μὲν ἐφόδου τῶν θηρίων ἐκτὸς ἐγεγόνει — ἐκτός は、名詞の属格支配(ここでは τῆς ἐφόδου)を要求する前置詞的副詞である。「〜の外側に、〜を避けて」の意を表し、全体で「戦象の突撃範囲の外に出て」という意味を成す。
  3. 5.85.8τὴν ἀποχώρησιν ὑπὸ τὴν φάλαγγα πεποιημένος — 前置詞 ὑπό と対格(τὴν φάλαγγα)の組み合わせは、本来は「〜の(下や)背後への移動」を意味する。完了分詞 πεποιημένος(「退却を行ったこと」)を修飾することで、「ファランクスの背後へ退却を完了し、そこに身を置いている状態」を動的に表現している。

この箇所を引用する

ポリュビオス, 歴史 §5.85.1-5.85.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.85.1-5.85.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。