Humanitext Reader

ポリュビオス · 歴史 §5.86.1-5.86.11

アンティオペスの退却とコイレー・シリア諸都市の帰順

450 / 1311 箇所 · ギリシア語

要旨

ラフィアの戦いはプトレマイオスの勝利に終わり、アンティオコスはガザへと退却した。コイレー・シリアの諸都市は、伝統的な親プトレマイオス感情から、勝者となったプトレマイオスへ競うように帰順した。

§5.86.1Πτολεμαῖος δὲ διὰ μὲν τῆς φάλαγγος τὰ ὅλα διακρίνας, διὰ δὲ τῶν ἀπὸ τοῦ δεξιοῦ κέρατος ἱππέων καὶ μισθοφόρων πολλοὺς ἀποκτείνας κατὰ τὸ δίωγμα τῶν ὑπεναντίων, τότε μὲν ἀναχωρήσας ἐπὶ τῆς ὑπαρχούσης ηὐλίσθη παρεμβολῆς.
プトレマイオスは、ファランクスによって大局を決し、右翼の騎兵と傭兵たちによって、敵の追撃の際、多くの者を討ち取った。 そしてその時は、退却して既存の自陣にとどまった。
§5.86.2τῇ δʼ ἐπαύριον τοὺς μὲν ἰδίους νεκροὺς ἀνελόμενος καὶ θάψας, τοὺς δὲ τῶν ἐναντίων σκυλεύσας, ἀνέζευξε καὶ προῆγε πρὸς τὴν Ῥαφίαν.
翌日、彼は味方の死体を回収して埋葬し、敵の死体から武具を剥ぎ取ると、陣を引き払ってラフィアへと進軍した。
§5.86.3ὁ δʼ Ἀντίοχος ἐκ τῆς φυγῆς ἐβούλετο μὲν εὐθέως ἔξω στρατοπεδεύειν, συναθροίσας τοὺς ἐν τοῖς συστήμασι πεφευγότας, τῶν δὲ πλείστων εἰς τὴν πόλιν πεποιημένων τὴν ἀποχώρησιν ἠναγκάσθη καὶ αὐτὸς εἰσελθεῖν.
一方、アンティオコスは、逃走の後、部隊ごとに逃亡した者たちを集めて、直ちに屋外に陣を張りたいと望んだが、彼らの大半が街の中へ退却してしまったため、彼自身もそこへ入ることを余儀なくされた。
§5.86.4οὗτος μὲν οὖν ὑπὸ τὴν ἑωθινὴν ἐξαγαγὼν τὸ σῳζόμενον μέρος τῆς δυνάμεως διέτεινε πρὸς Γάζαν, κἀκεῖ καταστρατοπεδεύσας καὶ διαπεμψάμενος περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως, ἐκήδευσε τοὺς τεθνεῶτας ὑποσπόνδους.
そこで彼は、明け方に軍の生き残り部隊を引き連れてガザへと急ぎ、そこで陣を張ると、死体の回収について使者を送り、停戦協定のもとで死者を埋葬した。
§5.86.5ἦσαν δʼ οἱ τετελευτηκότες τῶν παρʼ Ἀντιόχου πεζοὶ μὲν οὐ πολὺ λείποντες μυρίων, ἱππεῖς δὲ πλείους τριακοσίων·
アンティオコス側の戦死者は、歩兵がほぼ一万に達し、騎兵は三百名を超えていた。
ζωγρίᾳ δʼ ἑάλωσαν ὑπὲρ τοὺς τετρακισχιλίους.
また生け捕りにされた者は四千名以上にのぼった。
§5.86.6ἐλέφαντες δὲ τρεῖς μὲν παραχρῆμα, δύο δʼ ἐκ τῶν τραυμάτων ἀπέθανον.
戦象は三頭がその場で死亡し、二頭が傷がもとで死んだ。
τῶν δὲ παρὰ Πτολεμαίου πεζοὶ μὲν εἰς χιλίους καὶ πεντακοσίους ἐτελεύτησαν, ἱππεῖς δʼ εἰς ἑπτακοσίους·
プトレマイオス側の戦死者は、歩兵が約千五百名、騎兵が約七百名であった。
τῶν δʼ ἐλεφάντων ἑκκαίδεκα μὲν ἀπέθανον, ᾑρέθησαν δʼ αὐτῶν οἱ πλείους.
戦象は十六頭が死亡し、その大半が生け捕りにされた。
§5.86.7ἡ μὲν οὖν πρὸς Ῥαφίαν μάχη γενομένη τοῖς βασιλεῦσι περὶ Κοίλης Συρίας τοῦτον ἀπετελέσθη τὸν τρόπον·
こうして、コイレー・シリアをめぐって両王の間で行われたラフィアの戦いは、このような結末を迎えた。
§5.86.8μετὰ δὲ τὴν τῶν νεκρῶν ἀναίρεσιν Ἀντίοχος μὲν ἐποιεῖτο τὴν ἀποχώρησιν εἰς τὴν οἰκείαν μετὰ τῆς δυνάμεως, Πτολεμαῖος δὲ τήν τε Ῥαφίαν καὶ τὰς ἄλλας πόλεις ἐξ ἐφόδου παρελάμβανε, πάντων τῶν πολιτευμάτων ἁμιλλωμένων ὑπὲρ τοῦ φθάσαι τοὺς πέλας περὶ τὴν ἀποκατάστασιν καὶ μετάθεσιν τὴν πρὸς αὐτόν.
死体の回収が終わると、アンティオコスは軍勢とともに本国への退却を行い、一方プトレマイオスは、ラフィアおよびその他の都市を電撃的に接収していった。 すべての都市国家の自治体が、他国に先んじて彼への帰順と臣従への転換を果たそうと競い合ったからである。
§5.86.9ἴσως μὲν οὖν εἰώθασι πάντες περὶ τοὺς τοιούτους καιροὺς ἁρμόζεσθαί πως ἀεὶ πρὸς τὸ παρόν· μάλιστα δὲ τὸ κατʼ ἐκείνους τοὺς τόπους γένος τῶν ἀνθρώπων εὐφυὲς καὶ πρόχειρον πρὸς τὰς ἐκ τοῦ καιροῦ χάριτας.
おそらく、すべての人間がこのような時期には常に現状に合わせていく傾向があるのだろうが、特にそれらの地方の民族は、状況に応じたお世辞や迎合に対して生まれつき器用で素早いのである。
§5.86.10τότε δὲ καὶ τῆς εὐνοίας προκαθηγουμένης πρὸς τοὺς ἀπὸ τῆς Ἀλεξανδρείας βασιλεῖς εἰκότως τοῦτο συνέβαινε γίνεσθαι·
さらにこの時は、アレクサンドリアの王たちに対する好意がすでに定着していたため、このようなことが起こるのも当然のことであった。
τῇ γὰρ οἰκίᾳ ταύτῃ μᾶλλον ἀεί πως οἱ κατὰ Κοίλην Συρίαν ὄχλοι προσκλίνουσι.
なぜなら、コイレー・シリアの群衆は常にどこかこの王家に傾倒しているからである。
§5.86.11διόπερ οὐκ ἀπέλειπον ὑπερβολὴν ἀρεσκείας, στεφάνοις καὶ θυσίαις καὶ βωμοῖς καὶ παντὶ τῷ τοιούτῳ τρόπῳ τιμῶντες τὸν Πτολεμαῖον.
それゆえ、彼らはプトレマイオスを花冠や犠牲、祭壇、その他ありとあらゆる方法で称え、最大限のへつらいの限りを尽くした。

語釈・文法注

  1. 5.86.1τὰ ὅλα διακρίνας — 動詞 `διακρίνω` は「区別する」のほかに、戦闘や論争などにおいて「決着をつける、勝敗を決する」という意味を持つ。ここでは `τὰ ὅλα`(全体、大局)を目的語として、「戦いの全体に決着をつけた」という意味になる。
  2. 5.86.3τῶν δὲ πλείστων εἰς τὴν πόλιν πεποιημένων τὴν ἀποχώρησιν — `τῶν πλείστων` を意味上の主語とする属格独立構文。分詞 `πεποιημένων` は完了中間態で、`ποιέομαι τὴν ἀποχώρησιν`(退却する)という迂言的表現の構成要素になっている。
  3. 5.86.5οὐ πολὺ λείποντες μυρίων — 分詞 `λείποντες`(〜に及ばない、不足する)が比較・分離の属格 `μυρίων`(一万)を支配している。「一万に少しも及ばない」から「ほぼ一万の」という意味になる。
  4. 5.86.8ὑπὲρ τοῦ φθάσαι τοὺς πέλας — 前置詞 `ὑπέρ` に名詞化した不定詞の属格 `τοῦ φθάσαι` が続き、目的を表している。また、他動詞としての `φθάνω`(〜に先んじる)が対格の目的語 `τοὺς πέλας`(隣人たち、他者たち)を支配している。

この箇所を引用する

ポリュビオス, 歴史 §5.86.1-5.86.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.86.1-5.86.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。