§5.85.1τρόπον πιεζόμενον ἐνέκλινε πᾶν, Ἐχεκράτης δʼ ὁ τὸ δεξιὸν ἔχων κέρας τὸ μὲν πρῶτον ἐκαραδόκει τὴν τῶν προειρημένων κεράτων σύμπτωσιν, ἐπεὶ δὲ τὸν μὲν κονιορτὸν ἑώρα κατὰ τῶν ἰδίων φερόμενον, τὰ δὲ παρʼ αὑτοῖς θηρία τὸ παράπαν οὐδὲ προσιέναι τολμῶντα τοῖς ὑπεναντίοις, §5.85.2τῷ μὲν Φοξίδᾳ παρήγγειλε τοὺς ἀπὸ τῆς Ἑλλάδος ἔχοντι μισθοφόρους συμβαλεῖν τοῖς κατὰ πρόσωπον ἀντιτεταγμένοις, §5.85.3αὐτὸς δʼ ἐξαγαγὼν κατὰ κέρας τοὺς ἱππεῖς καὶ τοὺς ὑπὸ τὰ θηρία τεταγμένους τῆς μὲν ἐφόδου τῶν θηρίων ἐκτὸς ἐγεγόνει, τοὺς δὲ τῶν πολεμίων ἱππεῖς, οὓς μὲν ὑπεραίρων, οἷς δὲ κατὰ κέρας ἐμβάλλων, ταχέως ἐτρέψατο. §5.85.4τὸ δὲ παραπλήσιον ὅ τε Φοξίδας καὶ πάντες οἱ περὶ αὐτὸν ἐποίησαν· προσπεσόντες γὰρ τοῖς Ἄραψι καὶ τοῖς Μήδοις ἠνάγκασαν ἀποστραφέντας φεύγειν προτροπάδην. §5.85.5τὸ μὲν οὖν δεξιὸν τῶν περὶ τὸν Ἀντίοχον ἐνίκα, τὸ δʼ εὐώνυμον ἡττᾶτο τὸν προειρημένον τρόπον. §5.85.6αἱ δὲ φάλαγγες, ἀμφοτέρων τῶν κεράτων αὐταῖς ἐψιλωμένων, ἔμενον ἀκέραιοι κατὰ μέσον τὸ πεδίον, ἀμφηρίστους ἔχουσαι τὰς ὑπὲρ τοῦ μέλλοντος ἐλπίδας. §5.85.7κατὰ δὲ τὸν καιρὸν τοῦτον Ἀντίοχος μὲν ἐνηγωνίζετο τῷ κατὰ τὸ δεξιὸν κέρας προτερήματι, §5.85.8Πτολεμαῖος δὲ τὴν ἀποχώρησιν ὑπὸ τὴν φάλαγγα πεποιημένος, τότε προελθὼν εἰς μέσον καὶ φανεὶς ταῖς δυνάμεσι τοὺς μὲν ὑπεναντίους κατεπλήξατο, τοῖς δὲ παρʼ αὑτοῦ μεγάλην ὁρμὴν ἐνειργάσατο καὶ προθυμίαν. §5.85.9διὸ καὶ καταβαλόντες παραχρῆμα τὰς σαρίσας οἱ περὶ τὸν Ἀνδρόμαχον καὶ Σωσίβιον ἐπῆγον. §5.85.10οἱ μὲν οὖν ἐπίλεκτοι τῶν Συριακῶν βραχύν τινα χρόνον ἀντέστησαν, οἵ τε μετὰ τοῦ Νικάρχου ταχέως ἐγκλίναντες ὑπεχώρουν· §5.85.11ὁ δʼ Ἀντίοχος, ὡς ἂν ἄπειρος καὶ νέος, ὑπολαμβάνων ἐκ τοῦ καθʼ ἑαυτὸν μέρους καὶ τὰ λοιπὰ παραπλησίως αὑτῷ πάντα νικᾶν, ἐπέκειτο τοῖς φεύγουσιν. §5.85.12ὀψὲ δέ ποτε τῶν πρεσβυτέρων τινὸς ἐπιστήσαντος αὐτόν, καὶ δείξαντος φερόμενον τὸν κονιορτὸν ἀπὸ τῆς φάλαγγος ἐπὶ τὴν ἑαυτῶν παρεμβολήν, τότε συννοήσας τὸ γινόμενον ἀνατρέχειν ἐπειρᾶτο μετὰ τῆς βασιλικῆς ἴλης ἐπὶ τὸν τῆς παρατάξεως τόπον. §5.85.13καταλαβὼν δὲ τοὺς παρʼ αὑτοῦ πάντας πεφευγότας, οὕτως ἐποιεῖτο τὴν ἀποχώρησιν εἰς τὴν Ῥαφίαν, τὸ μὲν καθʼ αὑτὸν μέρος πεπεισμένος νικᾶν, διὰ δὲ τὴν τῶν ἄλλων ἀγεννίαν καὶ δειλίαν ἐσφάλθαι νομίζων τοῖς ὅλοις.
manner, being hard pressed, gave way in its entirety. Echecrates, who was in command of the right wing, at first waited for the result of the encounter between the aforementioned wings; but when he saw the cloud of dust being driven towards his own men, and that the elephants on his side did not even dare to go near the enemy at all, he ordered Phoxidas, who had the mercenaries from Greece, to charge the enemy drawn up opposite them, while he himself, leading his cavalry and the infantry stationed behind the elephants around the flank, got clear of the attack of the elephants, and, by outflanking some of the enemy's cavalry and charging others on their flank, quickly put them to flight. Phoxidas and all his men did much the same; for falling upon the Arabs and Medes, they forced them to turn and flee headlong. Thus the right wing of Antiochus was victorious, while his left was defeated in the manner described above. The phalanxes, stripped of both their wings, remained intact in the middle of the plain, having uncertain hopes for the future. At this juncture, Antiochus was actively pursuing the advantage gained on his right wing; but Ptolemy, having made his retreat behind the phalanx, now came forward into the middle and, appearing before his forces, struck terror into the enemy and inspired great momentum and eagerness in his own men. Therefore, those under Andromachus and Sosibius immediately lowered their sarisas and charged. The select men of the Syrian forces indeed resisted for a short time, but those under Nicarchus quickly gave way and retreated; and Antiochus, being inexperienced and young, and supposing from his own part that all the rest was likewise victorious for him, kept pressing upon the fugitives. But at last, when one of the older officers stopped him and pointed out the dust being driven from the phalanx towards their own camp, then, realizing what was happening, he tried to ride back with the royal squadron to the position of the battle-line. And finding that all his men had fled, he thus made his retreat to Raphia, convinced that as far as his own part was concerned he was victorious, but believing that he had failed in the whole battle through the baseness and cowardice of the others.