§5.85.1τρόπον πιεζόμενον ἐνέκλινε πᾶν, Ἐχεκράτης δʼ ὁ τὸ δεξιὸν ἔχων κέρας τὸ μὲν πρῶτον ἐκαραδόκει τὴν τῶν προειρημένων κεράτων σύμπτωσιν, ἐπεὶ δὲ τὸν μὲν κονιορτὸν ἑώρα κατὰ τῶν ἰδίων φερόμενον, τὰ δὲ παρʼ αὑτοῖς θηρία τὸ παράπαν οὐδὲ προσιέναι τολμῶντα τοῖς ὑπεναντίοις, §5.85.2τῷ μὲν Φοξίδᾳ παρήγγειλε τοὺς ἀπὸ τῆς Ἑλλάδος ἔχοντι μισθοφόρους συμβαλεῖν τοῖς κατὰ πρόσωπον ἀντιτεταγμένοις, §5.85.3αὐτὸς δʼ ἐξαγαγὼν κατὰ κέρας τοὺς ἱππεῖς καὶ τοὺς ὑπὸ τὰ θηρία τεταγμένους τῆς μὲν ἐφόδου τῶν θηρίων ἐκτὸς ἐγεγόνει, τοὺς δὲ τῶν πολεμίων ἱππεῖς, οὓς μὲν ὑπεραίρων, οἷς δὲ κατὰ κέρας ἐμβάλλων, ταχέως ἐτρέψατο.
方式受到压迫,全部后退了。 率领右翼的埃克克拉特斯起初注视着上述两翼的交锋,但当他看到尘土朝自己的人马飞扬而来,而且自己一方的战象根本不敢接近敌军时,他便命令率领希腊雇佣兵的福克西达斯向对面的敌军发起进攻,他自己则率领骑兵和部署在战象后面的步兵绕过侧翼,避开了战象的袭击范围,并通过包围一部分敌方骑兵以及从侧翼突击另一部分,迅速将他们击溃。
§5.85.4τὸ δὲ παραπλήσιον ὅ τε Φοξίδας καὶ πάντες οἱ περὶ αὐτὸν ἐποίησαν· προσπεσόντες γὰρ τοῖς Ἄραψι καὶ τοῖς Μήδοις ἠνάγκασαν ἀποστραφέντας φεύγειν προτροπάδην.
福克西达斯及其部下也做了几乎相同的事:因为他们袭击了阿拉伯人和美底亚人,迫使他们转身仓皇逃跑。
§5.85.5τὸ μὲν οὖν δεξιὸν τῶν περὶ τὸν Ἀντίοχον ἐνίκα, τὸ δʼ εὐώνυμον ἡττᾶτο τὸν προειρημένον τρόπον.
于是,安条克一方的右翼获胜,而左翼则以前述方式战败。
§5.85.6αἱ δὲ φάλαγγες, ἀμφοτέρων τῶν κεράτων αὐταῖς ἐψιλωμένων, ἔμενον ἀκέραιοι κατὰ μέσον τὸ πεδίον, ἀμφηρίστους ἔχουσαι τὰς ὑπὲρ τοῦ μέλλοντος ἐλπίδας.
至于双方的方阵步兵,在两翼均被剥离的情况下,在平原中央保持完整,对未来的胜负抱有悬而未决的期待。
§5.85.7κατὰ δὲ τὸν καιρὸν τοῦτον Ἀντίοχος μὲν ἐνηγωνίζετο τῷ κατὰ τὸ δεξιὸν κέρας προτερήματι, §5.85.8Πτολεμαῖος δὲ τὴν ἀποχώρησιν ὑπὸ τὴν φάλαγγα πεποιημένος, τότε προελθὼν εἰς μέσον καὶ φανεὶς ταῖς δυνάμεσι τοὺς μὲν ὑπεναντίους κατεπλήξατο, τοῖς δὲ παρʼ αὑτοῦ μεγάλην ὁρμὴν ἐνειργάσατο καὶ προθυμίαν.
此时,安条克正沉浸在右翼所取得的优势中,而托勒密此前已退到方阵后方,此时他走到中央,出现在军队面前,使敌人感到震惊,并给自己的士兵注入了极大的斗志和热忱。
§5.85.9διὸ καὶ καταβαλόντες παραχρῆμα τὰς σαρίσας οἱ περὶ τὸν Ἀνδρόμαχον καὶ Σωσίβιον ἐπῆγον.
于是,安德罗马科斯和索西比乌斯部下的士兵立即平放萨里沙长枪,发起冲锋。
§5.85.10οἱ μὲν οὖν ἐπίλεκτοι τῶν Συριακῶν βραχύν τινα χρόνον ἀντέστησαν, οἵ τε μετὰ τοῦ Νικάρχου ταχέως ἐγκλίναντες ὑπεχώρουν· §5.85.11ὁ δʼ Ἀντίοχος, ὡς ἂν ἄπειρος καὶ νέος, ὑπολαμβάνων ἐκ τοῦ καθʼ ἑαυτὸν μέρους καὶ τὰ λοιπὰ παραπλησίως αὑτῷ πάντα νικᾶν, ἐπέκειτο τοῖς φεύγουσιν.
叙利亚军队的精锐部队还抵抗了片刻,但尼卡科斯部下的士兵很快便崩溃退却;而安条克由于年轻且缺乏经验,以为从自己所处的局部战场来看,其他所有战场也同样获胜,便继续追击逃兵。
§5.85.12ὀψὲ δέ ποτε τῶν πρεσβυτέρων τινὸς ἐπιστήσαντος αὐτόν, καὶ δείξαντος φερόμενον τὸν κονιορτὸν ἀπὸ τῆς φάλαγγος ἐπὶ τὴν ἑαυτῶν παρεμβολήν, τότε συννοήσας τὸ γινόμενον ἀνατρέχειν ἐπειρᾶτο μετὰ τῆς βασιλικῆς ἴλης ἐπὶ τὸν τῆς παρατάξεως τόπον.
直到很晚,一位年长的军官拦住他,并指出尘土正从方阵方向朝他们自己的营地飞扬而去,他才意识到发生的事情,试图率领王室骑兵队急忙返回战线所在的地方。
§5.85.13καταλαβὼν δὲ τοὺς παρʼ αὑτοῦ πάντας πεφευγότας, οὕτως ἐποιεῖτο τὴν ἀποχώρησιν εἰς τὴν Ῥαφίαν, τὸ μὲν καθʼ αὑτὸν μέρος πεπεισμένος νικᾶν, διὰ δὲ τὴν τῶν ἄλλων ἀγεννίαν καὶ δειλίαν ἐσφάλθαι νομίζων τοῖς ὅλοις.
当他发现自己的人马已全部逃跑时,便这样退往拉菲亚,他坚信在自己负责的战场上是获胜的,但认为由于其他人的卑劣和懦弱导致了全局的失败。