§5.84.1ἐπεὶ δὲ παριὼν ἧκε μετὰ τῆς ἀδελφῆς Πτολεμαῖος μὲν ἐπὶ τὸ πάσης τῆς σφετέρας παρατάξεως εὐώνυμον, Ἀντίοχος δὲ μετὰ τῆς βασιλικῆς ἴλης ἐπὶ τὸ δεξιόν, σημήναντες τὸ πολεμικὸν συνέβαλον πρῶτον τοῖς θηρίοις.
プトレマイオスは姉妹とともに自分の全戦列の左翼へ、アンティオコスは近衛騎兵隊とともに右翼へと、それぞれ巡回しながら到着すると、戦闘開始の合図を鳴らし、まず戦象同士を交戦させた。
§5.84.2ὀλίγα μὲν οὖν τινα τῶν παρὰ Πτολεμαίου συνήρεισε τοῖς ἐναντίοις·
さて、プトレマイオス側の戦象のうち、敵と激突したのはわずか数頭にすぎなかった。
ἐφʼ ὧν ἐποίουν ἀγῶνα καλὸν οἱ πυργομαχοῦντες, ἐκ χειρὸς ταῖς σαρίσαις διαδορατιζόμενοι καὶ τύπτοντες ἀλλήλους, ἔτι δὲ καλλίω τὰ θηρία, βιαιομαχοῦντα καὶ συμπίπτοντα κατὰ πρόσωπον αὑτοῖς.
その戦象の上で、塔の上から戦う兵士たちは、近接戦においてサリサで突き合い、互いに打ち合って素晴らしい戦いを繰り広げたが、それ以上に、戦象たち自身が正面から激突し、激しく闘い合ってさらに見事な戦いを見せた。
§5.84.3ἔστι γὰρ ἡ τῶν ζῴων μάχη τοιαύτη τις.
というのも、これら動物の戦いとはおよそ次のようなものだからである。
συμπλέξαντα καὶ παρεμβαλόντα τοὺς ὀδόντας εἰς ἀλλήλους ὠθεῖ τῇ βίᾳ, διερειδόμενα περὶ τῆς χώρας, ἕως ἂν κατακρατῆσαν τῇ δυνάμει θάτερον παρώσῃ τὴν θατέρου προνομήν·
彼らは牙を互いに絡み合わせ、差し挟み、力任せに押し合い、その場所をめぐって踏ん張り合う。 そして、力で勝った方が他方の鼻を押し退けるまでそれは続く。
§5.84.4ὅταν δʼ ἅπαξ ἐγκλῖναν πλάγιον λάβῃ, τιτρώσκει τοῖς ὀδοῦσι, καθάπερ οἱ ταῦροι τοῖς κέρασι.
そして、いったん一方が向きを変えて横腹を見せ、それを相手がとらえると、牡牛が角で傷つけるように、牙でそこを傷つけるのである。
§5.84.5τὰ δὲ πλεῖστα τῶν τοῦ Πτολεμαίου θηρίων ἀπεδειλία τὴν μάχην, ὅπερ ἔθος ἐστὶ ποιεῖν τοῖς Λιβυκοῖς ἐλέφασι·
しかし、プトレマイオスの戦象の大部分は戦いを恐れて尻込みしたが、これはリビアの象が常に行う習性である。
§5.84.6τὴν γὰρ ὀσμὴν καὶ φωνὴν οὐ μένουσιν, ἀλλὰ καὶ καταπεπληγμένοι τὸ μέγεθος καὶ τὴν δύναμιν, ὥς γʼ ἐμοὶ δοκεῖ, φεύγουσιν εὐθέως ἐξ ἀποστήματος τοὺς Ἰνδικοὺς ἐλέφαντας·
なぜなら、彼らはインドの象の臭いと鳴き声に耐えられないばかりか、私の思うところでは、その大きさと力にも圧倒され、すぐに遠くからインドの象を避けて逃げ出してしまうからである。
ὃ καὶ τότε συνέβη γενέσθαι.
そして、このことがその時にも実際に起こった。
§5.84.7τούτων δὲ διαταραχθέντων καὶ πρὸς τὰς αὑτῶν τάξεις συνωθουμένων, τὸ μὲν ἄγημα τὸ τοῦ Πτολεμαίου πιεζόμενον ὑπὸ τῶν θηρίων ἐνέκλινε,
これらプトレマイオス側の戦象が混乱し、自分たちの戦列の方へと押し戻されると、プトレマイオスの精鋭部隊は戦象たちに圧迫されて後退した。
§5.84.8τοῖς δὲ περὶ τὸν Πολυκράτην καὶ τοῖς ὑπὸ τοῦτον ἱππεῦσι διατεταγμένοις οἱ περὶ τὸν Ἀντίοχον ὑπὲρ τὰ θηρία περικερῶντες καὶ προσπίπτοντες ἐνέβαλον.
一方、ポリュクラテスとその配下に配置されていた騎兵たちに対して、アンティオコスとその一派は、戦象たちを迂回して包囲し、襲いかかって突撃した。
ἅμα δὲ τούτοις, §5.84.9τῶν ἐλεφάντων ἐντός, οἱ περὶ τὴν φάλαγγα τῶν Ἑλλήνων μισθοφόροι προσπεσόντες τοὺς τοῦ Πτολεμαίου πελταστὰς ἐξέωσαν, προσυγκεχυκότων ἤδη καὶ τὰς τούτων τάξεις τῶν θηρίων.
これと同時に、戦象たちの内側では、ギリシア人傭兵のファランクス部隊が襲いかかってプトレマイオスのペルタストたちを駆逐したが、これはすでに戦象たちがこれらペルタストの戦列をも混乱させていたためである。
§5.84.10τὸ μὲν οὖν εὐώνυμον τοῦ Πτολεμαίου τοῦτον τὸν
こうしてプトレマイオスの左翼は、このような