§5.83.1τοῦτον δὲ τὸν τρόπον τῶν δυνάμεων ἐκτεταγμένων ἐπιπαρῄεσαν οἱ βασιλεῖς ἀμφότεροι κατὰ πρόσωπον τὰς αὑτῶν τάξεις παρακαλοῦντες ἅμα τοῖς ἡγεμόσι καὶ φίλοις.
軍勢がこのように配置された状態で、両方の王は将軍や友たちを伴い、自分たちの戦列の正面に沿って兵士たちを鼓舞しながら進んだ。
§5.83.2μεγίστας δʼ ἐν τοῖς φαλαγγίταις ἐλπίδας ἔχοντες ἀμφότεροι πλείστην καὶ σπουδὴν καὶ παράκλησιν ἐποιοῦντο περὶ ταύτας τὰς τάξεις,
両者ともファランクス兵に最大の期待を寄せていたため、これらの部隊に対して並々ならぬ熱意を注ぎ、鼓舞を行った。
§5.83.3Πτολεμαίῳ μὲν Ἀνδρομάχου καὶ Σωσιβίου καὶ τῆς ἀδελφῆς Ἀρσινόης, τῷ δὲ Θεοδότου καὶ Νικάρχου συμπαρακαλούντων διὰ τὸ παρʼ ἑκατέρῳ τούτους ἔχειν τὰς τῶν φαλαγγιτῶν ἡγεμονίας.
プトレマイオス側ではアンドロマコスとソシビオス、および姉妹アルシノエが、他方ではテオドトスとニカルコスがともに兵士を鼓舞したが、これはそれぞれの陣営において彼らがファランクス兵の指揮権を握っていたからであった。
§5.83.4ἦν δὲ παραπλήσιος ὁ νοῦς τῶν ὑφʼ ἑκατέρου παρακαλουμένων.
双方による語りかけの主旨は似通っていた。
ἴδιον μὲν γὰρ ἔργον ἐπιφανὲς καὶ κατηξιωμένον προφέρεσθαι τοῖς παρακαλουμένοις οὐδέτερος αὐτῶν εἶχε διὰ τὸ προσφάτως παρειληφέναι τὰς ἀρχάς,
というのも、彼らのどちらも最近王位を継承したばかりであったため、鼓舞される人々に対して誇るべき独自の目立った輝かしい業績を提示することができなかったからである。
§5.83.5τῆς δὲ τῶν προγόνων δόξης καὶ τῶν ἐκείνοις πεπραγμένων ἀναμιμνήσκοντες φρόνημα καὶ θάρσος τοῖς φαλαγγίταις ἐπειρῶντο παριστάναι.
そこで彼らは、先祖の栄光と彼らの成し遂げた業績を思い出させることで、ファランクス兵たちに誇りと勇気を植え付けようと努めた。
§5.83.6μάλιστα δὲ τὰς ἐξ αὑτῶν εἰς τὸ μέλλον ἐλπίδας ἐπιδεικνύντες, καὶ κατʼ ἰδίαν τοὺς ἡγουμένους καὶ κοινῇ πάντας τοὺς ἀγωνίζεσθαι μέλλοντας ἠξίουν καὶ παρεκάλουν ἀνδρωδῶς καὶ γενναίως χρήσασθαι τῷ παρόντι κινδύνῳ.
そして何よりも、自分たち自身が約束する将来への希望を示し、個々の指揮官たちに対しても、またこれから戦闘に臨む者たち全員に対しても、現在の危機に対して男らしく勇敢に立ち向かうよう求め、鼓舞した。
§5.83.7ταῦτα δὲ καὶ τούτοις παραπλήσια λέγοντες, τὰ μὲν διʼ αὑτῶν, τὰ δὲ καὶ διὰ τῶν ἑρμηνέων, παρίππευον.
彼らはこのような、あるいはこれに類することを、ある部分は自ら語り、またある部分は通訳を介して語りながら、馬を走らせて通り過ぎていった。