§5.84.1ἐπεὶ δὲ παριὼν ἧκε μετὰ τῆς ἀδελφῆς Πτολεμαῖος μὲν ἐπὶ τὸ πάσης τῆς σφετέρας παρατάξεως εὐώνυμον, Ἀντίοχος δὲ μετὰ τῆς βασιλικῆς ἴλης ἐπὶ τὸ δεξιόν, σημήναντες τὸ πολεμικὸν συνέβαλον πρῶτον τοῖς θηρίοις.
当托勒密在巡视中与他的姐妹一同抵达自己全部战线的左翼,而安条克则率领王室骑兵队抵达右翼时,他们下达了开战信号,首先用战象交战。
§5.84.2ὀλίγα μὲν οὖν τινα τῶν παρὰ Πτολεμαίου συνήρεισε τοῖς ἐναντίοις·
于是,托勒密一方仅有少数战象与敌方的战象相撞。
ἐφʼ ὧν ἐποίουν ἀγῶνα καλὸν οἱ πυργομαχοῦντες, ἐκ χειρὸς ταῖς σαρίσαις διαδορατιζόμενοι καὶ τύπτοντες ἀλλήλους, ἔτι δὲ καλλίω τὰ θηρία, βιαιομαχοῦντα καὶ συμπίπτοντα κατὰ πρόσωπον αὑτοῖς.
在这些战象上,塔楼上的士兵们展开了精彩的搏斗,他们用萨里沙长枪近身相互刺杀和打击,而战象自身的战斗更加精彩,它们勇猛地搏斗,正面相互冲撞。
§5.84.3ἔστι γὰρ ἡ τῶν ζῴων μάχη τοιαύτη τις. συμπλέξαντα καὶ παρεμβαλόντα τοὺς ὀδόντας εἰς ἀλλήλους ὠθεῖ τῇ βίᾳ, διερειδόμενα περὶ τῆς χώρας, ἕως ἂν κατακρατῆσαν τῇ δυνάμει θάτερον παρώσῃ τὴν θατέρου προνομήν· §5.84.4ὅταν δʼ ἅπαξ ἐγκλῖναν πλάγιον λάβῃ, τιτρώσκει τοῖς ὀδοῦσι, καθάπερ οἱ ταῦροι τοῖς κέρασι.
因为这些动物的战斗大约是这样的:它们将象牙相互交错、卡在一起,使出全身力气相互推挤,为了争夺地盘而死死支撑,直到其中一方凭借力量占了上风,将另一方的象鼻推开;一旦一方败退而被对方抓住了侧翼,胜者就会用象牙刺伤它,就像公牛用角抵人一样。
§5.84.5τὰ δὲ πλεῖστα τῶν τοῦ Πτολεμαίου θηρίων ἀπεδειλία τὴν μάχην, ὅπερ ἔθος ἐστὶ ποιεῖν τοῖς Λιβυκοῖς ἐλέφασι· §5.84.6τὴν γὰρ ὀσμὴν καὶ φωνὴν οὐ μένουσιν, ἀλλὰ καὶ καταπεπληγμένοι τὸ μέγεθος καὶ τὴν δύναμιν, ὥς γʼ ἐμοὶ δοκεῖ, φεύγουσιν εὐθέως ἐξ ἀποστήματος τοὺς Ἰνδικοὺς ἐλέφαντας·
然而,托勒密的大多数战象都在战斗中退缩了,这正是利比亚象惯有的习性;因为它们受不了印度象的气味和叫声,而且在我看来,它们也被印度象的体型和力量所吓倒,立刻在远处就避开印度象逃跑了。
ὃ καὶ τότε συνέβη γενέσθαι.
当时的情况也确实如此。
§5.84.7τούτων δὲ διαταραχθέντων καὶ πρὸς τὰς αὑτῶν τάξεις συνωθουμένων, τὸ μὲν ἄγημα τὸ τοῦ Πτολεμαίου πιεζόμενον ὑπὸ τῶν θηρίων ἐνέκλινε,
当这些战象陷入混乱并被推向自己的战线时,托勒密的近卫军受到战象的压迫而退缩了。
§5.84.8τοῖς δὲ περὶ τὸν Πολυκράτην καὶ τοῖς ὑπὸ τοῦτον ἱππεῦσι διατεταγμένοις οἱ περὶ τὸν Ἀντίοχον ὑπὲρ τὰ θηρία περικερῶντες καὶ προσπίπτοντες ἐνέβαλον.
此时,安条克及其部下绕过战象包围并袭击了部署在波利克拉特斯及其麾下的骑兵,并向他们发起了冲锋。
ἅμα δὲ τούτοις, §5.84.9τῶν ἐλεφάντων ἐντός, οἱ περὶ τὴν φάλαγγα τῶν Ἑλλήνων μισθοφόροι προσπεσόντες τοὺς τοῦ Πτολεμαίου πελταστὰς ἐξέωσαν, προσυγκεχυκότων ἤδη καὶ τὰς τούτων τάξεις τῶν θηρίων.
与此同进,在战象的内侧,希腊雇佣兵方阵发起袭击,将托勒密的轻盾兵驱逐出去,因为战象此前已经将这些轻盾兵的阵型也冲散了。
§5.84.10τὸ μὲν οὖν εὐώνυμον τοῦ Πτολεμαίου τοῦτον τὸν
因此,托勒密的左翼以这种