§5.84.1ἐπεὶ δὲ παριὼν ἧκε μετὰ τῆς ἀδελφῆς Πτολεμαῖος μὲν ἐπὶ τὸ πάσης τῆς σφετέρας παρατάξεως εὐώνυμον, Ἀντίοχος δὲ μετὰ τῆς βασιλικῆς ἴλης ἐπὶ τὸ δεξιόν, σημήναντες τὸ πολεμικὸν συνέβαλον πρῶτον τοῖς θηρίοις. §5.84.2ὀλίγα μὲν οὖν τινα τῶν παρὰ Πτολεμαίου συνήρεισε τοῖς ἐναντίοις· ἐφʼ ὧν ἐποίουν ἀγῶνα καλὸν οἱ πυργομαχοῦντες, ἐκ χειρὸς ταῖς σαρίσαις διαδορατιζόμενοι καὶ τύπτοντες ἀλλήλους, ἔτι δὲ καλλίω τὰ θηρία, βιαιομαχοῦντα καὶ συμπίπτοντα κατὰ πρόσωπον αὑτοῖς. §5.84.3ἔστι γὰρ ἡ τῶν ζῴων μάχη τοιαύτη τις. συμπλέξαντα καὶ παρεμβαλόντα τοὺς ὀδόντας εἰς ἀλλήλους ὠθεῖ τῇ βίᾳ, διερειδόμενα περὶ τῆς χώρας, ἕως ἂν κατακρατῆσαν τῇ δυνάμει θάτερον παρώσῃ τὴν θατέρου προνομήν· §5.84.4ὅταν δʼ ἅπαξ ἐγκλῖναν πλάγιον λάβῃ, τιτρώσκει τοῖς ὀδοῦσι, καθάπερ οἱ ταῦροι τοῖς κέρασι. §5.84.5τὰ δὲ πλεῖστα τῶν τοῦ Πτολεμαίου θηρίων ἀπεδειλία τὴν μάχην, ὅπερ ἔθος ἐστὶ ποιεῖν τοῖς Λιβυκοῖς ἐλέφασι· §5.84.6τὴν γὰρ ὀσμὴν καὶ φωνὴν οὐ μένουσιν, ἀλλὰ καὶ καταπεπληγμένοι τὸ μέγεθος καὶ τὴν δύναμιν, ὥς γʼ ἐμοὶ δοκεῖ, φεύγουσιν εὐθέως ἐξ ἀποστήματος τοὺς Ἰνδικοὺς ἐλέφαντας· ὃ καὶ τότε συνέβη γενέσθαι. §5.84.7τούτων δὲ διαταραχθέντων καὶ πρὸς τὰς αὑτῶν τάξεις συνωθουμένων, τὸ μὲν ἄγημα τὸ τοῦ Πτολεμαίου πιεζόμενον ὑπὸ τῶν θηρίων ἐνέκλινε, §5.84.8τοῖς δὲ περὶ τὸν Πολυκράτην καὶ τοῖς ὑπὸ τοῦτον ἱππεῦσι διατεταγμένοις οἱ περὶ τὸν Ἀντίοχον ὑπὲρ τὰ θηρία περικερῶντες καὶ προσπίπτοντες ἐνέβαλον.
When Ptolemy, riding along the ranks, arrived with his sister at the left wing of his entire array, and Antiochus with the royal squadron at his right, they gave the signal for battle and first engaged with their elephants. Only a few of Ptolemy's elephants, then, closed with those of the enemy; on these, the men in the towers fought a gallant fight, lunging and striking at each other hand-to-hand with their sarisas, but the beasts themselves fought an even more splendid battle, fighting with fury and rushing against each other head-to-head. For the combat of these animals is of this fashion: they entangle and lock their tusks together, and push with all their might, standing firm for the position, until one, gaining the upper hand by its strength, pushes aside the other's trunk; and when once it has forced the other to turn and caught it flank-on, it wounds it with its tusks, just as bulls do with their horns. But most of Ptolemy's beasts shirked the fight, as is the custom with Libyan elephants; for they cannot stand the smell and the trumpet-call, but also, as it seems to me, terrified by their size and strength, they immediately flee from a distance before the Indian elephants; which indeed happened on this occasion. When these had been thrown into confusion and were driven back upon their own ranks, the guard of Ptolemy, being hard pressed by the beasts, gave way; and while this was going on, Antiochus and his men, riding round the elephants and falling upon Polycrates and the cavalry drawn up under him, made a charge.
ἅμα δὲ τούτοις, §5.84.9τῶν ἐλεφάντων ἐντός, οἱ περὶ τὴν φάλαγγα τῶν Ἑλλήνων μισθοφόροι προσπεσόντες τοὺς τοῦ Πτολεμαίου πελταστὰς ἐξέωσαν, προσυγκεχυκότων ἤδη καὶ τὰς τούτων τάξεις τῶν θηρίων. §5.84.10τὸ μὲν οὖν εὐώνυμον τοῦ Πτολεμαίου τοῦτον τὸν
At the same time, inside the elephants, the Greek mercenaries serving in the phalanx fell upon Ptolemy's peltasts and drove them back, the beasts having already thrown their ranks also into confusion. Thus the left wing of Ptolemy in this