§5.75.1καὶ παρασκευὰς τῆς ἐπιβολῆς.
そして企てのための準備(の時間を与える)ために。
κατὰ δὲ τὸν καιρὸν τοῦτον πλεονάκις συμπορευομένων πρὸς ἀλλήλους εἰς σύλλογον, ἐγίνετό τις συνήθεια τῶν ἐκ τοῦ στρατοπέδου, παρεισιόντων πρὸς τὰς σιταρχίας εἰς τὴν πόλιν.
この時期に、会談のために互いのもとへ頻繁に行き来が行われたため、陣営の者たちが食料調達のために都市へと立ち入るのが、ある種の慣習となった。
§5.75.2ὃ δὴ καὶ πολλοῖς καὶ πολλάκις ἤδη παραίτιον γέγονε τῆς ἀπωλείας.
これこそが、すでに多くの人々にとって、またしばしば破滅をもたらす原因となったことである。
καί μοι δοκεῖ πάντων τῶν ζῴων εὐπαραλογιστότατον ὑπάρχειν ἄνθρωπος, δοκοῦν εἶναι πανουργότατον.
そして私には、すべての動物の中で、最も狡知に長けていると思われている人間が、実は最も騙されやすいものであるように思われる。
§5.75.3πόσαι μὲν γὰρ παρεμβολαὶ καὶ φρούρια, πόσαι δὲ καὶ πηλίκαι πόλεις τούτῳ τῷ τρόπῳ παρεσπόνδηνται;
というのも、どれほど多くの陣営や砦が、またどれほど多くの、そしてどれほど大規模な都市が、この方法によって不意にだまし討ちされたことだろうか。
§5.75.4καὶ τούτων οὕτω συνεχῶς καὶ προφανῶς πολλοῖς ἤδη συμβεβηκότων οὐκ οἶδʼ ὅπως καινοί τινες αἰεὶ καὶ νέοι πρὸς τὰς τοιαύτας ἀπάτας πεφύκαμεν.
そして、これらのことがこれほど頻繁に、かつ明白にすでに多くの人々に起こっているというのに、どういうわけか、私たちはこのような欺きに対して常に、新しい未熟者であるかのような性質を持ち続けている。
§5.75.5τούτου δʼ αἴτιόν ἐστιν ὅτι τὰς τῶν πρότερον ἐπταικότων ἐν ἑκάστοις περιπετείας οὐ ποιούμεθα προχείρους, ἀλλὰ σίτου μὲν καὶ χρημάτων πλῆθος, ἔτι δὲ τειχῶν καὶ βελῶν κατασκευάς, μετὰ πολλῆς ταλαιπωρίας καὶ δαπάνης ἑτοιμαζόμεθα πρὸς τὰ παράδοξα τῶν συμβαινόντων,
この原因は、以前に過ちを犯した者たちの個々の不運な事例を私たちが手元に置いて役立てようとせず、むしろ食料や資金の蓄え、さらには城壁や武器の整備を、多くの苦労と費用をかけて、不測の事態に備えて準備していることにある。
§5.75.6ὃ δʼ ἐστὶ ῥᾷστον μὲν τῶν ὄντων, μεγίστας δὲ παρέχεται χρείας ἐν τοῖς ἐπισφαλέσι καιροῖς, τούτου πάντες κατολιγωροῦμεν, καὶ ταῦτα δυνάμενοι μετʼ εὐσχήμονος ἀναπαύσεως ἅμα καὶ διαγωγῆς ἐκ τῆς ἱστορίας καὶ πολυπραγμοσύνης περιποιεῖσθαι τὴν τοιαύτην ἐμπειρίαν.
存在するもののうちで最も容易であり、かつ危機的な時期に最大の効用をもたらすものを、私たちは皆、極めて軽視している。 しかも、歴史の研究と探究から、優雅な休息と娯楽を同時に楽しみながら、そのような経験を手に入れることができるというのにである。
§5.75.7πλὴν ὁ μὲν Ἀχαιὸς ἧκε πρὸς τὸν καιρόν, οἱ δὲ Σελγεῖς συμμίξαντες αὐτῷ μεγάλας ἔσχον ἐλπίδας ὡς ὁλοσχεροῦς τινος τευξόμενοι φιλανθρωπίας.
ともあれ、アカイオスは予定の時期に到着し、セルゲの市民は彼と面会して、自分たちが完全な好意的な寛大さを得られるだろうという大きな希望を抱いた。
§5.75.8ὁ δὲ Λόγβασις ἐν τούτῳ τῷ καιρῷ κατὰ βραχὺ συνηθροικὼς εἰς τὴν ἰδίαν οἰκίαν τῶν ἐκ τοῦ στρατοπέδου παρεισιόντων στρατιωτῶν, συνεβούλευε τοῖς πολίταις μὴ παρεῖναι τὸν καιρόν,
一方ログバシスは、この時期に、敵の陣営から市内に立ち入る兵士たちを少しずつ自分の家に集めておきながら、市民たちに対して、この機会を逃すべきではないと勧めていた。
§5.75.9ἀλλὰ πράττειν βλέποντας εἰς τὴν ὑποδεικνυμένην φιλανθρωπίαν ὑπʼ Ἀχαιοῦ, καὶ τέλος ἐπιθεῖναι ταῖς συνθήκαις πανδημεὶ βουλευσαμένους ὑπὲρ τῶν ἐνεστώτων.
むしろ、アカイオスによって示されている好意に目を向けて行動し、現在の状況について全員で協議した上で、ついに条約を締結すべきであると。
§5.75.10ταχὺ δὲ συναθροισθείσης τῆς ἐκκλησίας, οὗτοι μὲν ἐβουλεύοντο, καλέσαντες καὶ τοὺς ἀπὸ τῶν φυλακείων ἅπαντας, ὡς τέλος ἐπιθή
そして、速やかに民会が集められると、彼らは防衛拠点からの者たちも全員呼び出し、ついに条約を締結しようと協議を始めた…