Humanitext Reader

波利比奥斯 · 历史 §5.75.1-5.75.10

关于受骗的告诫与洛格巴西斯的阴谋

第 439 段,共 1311 段 · 希腊语

内容简介

作者指出在休战期间由于双方来往而导致城市被偷袭的危险,并强调了吸取历史教训的重要性。与此同时,内奸洛格巴西斯暗中将敌兵集结在自己家中,并鼓动塞尔盖人召开大会与阿凯乌斯达成条约。

§5.75.1καὶ παρασκευὰς τῆς ἐπιβολῆς.
以及为该计划进行准备。
κατὰ δὲ τὸν καιρὸν τοῦτον πλεονάκις συμπορευομένων πρὸς ἀλλήλους εἰς σύλλογον, ἐγίνετό τις συνήθεια τῶν ἐκ τοῦ στρατοπέδου, παρεισιόντων πρὸς τὰς σιταρχίας εἰς τὴν πόλιν.
在此期间,由于双方频繁往来会晤,军营中的人开始养成一种习惯,即进入城内采购粮食。
§5.75.2ὃ δὴ καὶ πολλοῖς καὶ πολλάκις ἤδη παραίτιον γέγονε τῆς ἀπωλείας.
这确实已经屡次成为许多人毁灭的间接原因。
καί μοι δοκεῖ πάντων τῶν ζῴων εὐπαραλογιστότατον ὑπάρχειν ἄνθρωπος, δοκοῦν εἶναι πανουργότατον.
在我看来,在所有动物中,人似乎是最容易上当受骗的,尽管他被认为是最狡猾的。
§5.75.3πόσαι μὲν γὰρ παρεμβολαὶ καὶ φρούρια, πόσαι δὲ καὶ πηλίκαι πόλεις τούτῳ τῷ τρόπῳ παρεσπόνδηνται;
因为有多少军营和堡垒,又有多少、多大的城市,曾以这种方式被违约偷袭?
§5.75.4καὶ τούτων οὕτω συνεχῶς καὶ προφανῶς πολλοῖς ἤδη συμβεβηκότων οὐκ οἶδʼ ὅπως καινοί τινες αἰεὶ καὶ νέοι πρὸς τὰς τοιαύτας ἀπάτας πεφύκαμεν.
尽管这些事情已经如此频繁且显而易见地发生在许多人身上,我却不知为何,我们面对这样的欺骗时,天生总是像新手和年轻人一样。
§5.75.5τούτου δʼ αἴτιόν ἐστιν ὅτι τὰς τῶν πρότερον ἐπταικότων ἐν ἑκάστοις περιπετείας οὐ ποιούμεθα προχείρους, ἀλλὰ σίτου μὲν καὶ χρημάτων πλῆθος, ἔτι δὲ τειχῶν καὶ βελῶν κατασκευάς, μετὰ πολλῆς ταλαιπωρίας καὶ δαπάνης ἑτοιμαζόμεθα πρὸς τὰ παράδοξα τῶν συμβαινόντων, §5.75.6ὃ δʼ ἐστὶ ῥᾷστον μὲν τῶν ὄντων, μεγίστας δὲ παρέχεται χρείας ἐν τοῖς ἐπισφαλέσι καιροῖς, τούτου πάντες κατολιγωροῦμεν, καὶ ταῦτα δυνάμενοι μετʼ εὐσχήμονος ἀναπαύσεως ἅμα καὶ διαγωγῆς ἐκ τῆς ἱστορίας καὶ πολυπραγμοσύνης περιποιεῖσθαι τὴν τοιαύτην ἐμπειρίαν.
其原因在于,我们没有把前人在各种情况下遭受失败的厄运引以为戒、记在手边,反而付出了巨大的辛劳和昂贵的代价,去准备大量的粮食和资金,以及筑墙和制造兵器,以应对各种出人意料的变故,但对于所有事物中最容易、且在危急关头能提供最大用处的事物,我们却都予以轻视,而且我们明明能够在优雅的休息和消遣中,通过历史和探究来获取这种经验。
§5.75.7πλὴν ὁ μὲν Ἀχαιὸς ἧκε πρὸς τὸν καιρόν, οἱ δὲ Σελγεῖς συμμίξαντες αὐτῷ μεγάλας ἔσχον ἐλπίδας ὡς ὁλοσχεροῦς τινος τευξόμενοι φιλανθρωπίας.
总之,阿凯乌斯如期而至,塞尔盖人与他接触后抱有极大的希望,以为能获得某种彻底的宽大待遇。
§5.75.8ὁ δὲ Λόγβασις ἐν τούτῳ τῷ καιρῷ κατὰ βραχὺ συνηθροικὼς εἰς τὴν ἰδίαν οἰκίαν τῶν ἐκ τοῦ στρατοπέδου παρεισιόντων στρατιωτῶν, συνεβούλευε τοῖς πολίταις μὴ παρεῖναι τὸν καιρόν, §5.75.9ἀλλὰ πράττειν βλέποντας εἰς τὴν ὑποδεικνυμένην φιλανθρωπίαν ὑπʼ Ἀχαιοῦ, καὶ τέλος ἐπιθεῖναι ταῖς συνθήκαις πανδημεὶ βουλευσαμένους ὑπὲρ τῶν ἐνεστώτων.
在此期间,洛格巴西斯将一些从军营中进城的士兵逐渐聚集在自己的私宅里,并劝告市民们不要错过这个时机,而要着眼于阿凯乌斯所展现的宽大态度来采取行动,并在全体就当前局势进行商议后,最终达成条约。
§5.75.10ταχὺ δὲ συναθροισθείσης τῆς ἐκκλησίας, οὗτοι μὲν ἐβουλεύοντο, καλέσαντες καὶ τοὺς ἀπὸ τῶν φυλακείων ἅπαντας, ὡς τέλος ἐπιθή
随着公民大会迅速召集起来,他们开始商议,并把所有哨所的卫兵也都召集了来,准备最终达成……

词汇与语法注释

  1. 5.75.1καὶ παρασκευὰς τῆς ἐπιβολῆς. — 承接前一章末尾(5.74.9)介词 πρὸς 所引导的宾格名词短语(πρὸς τὰς ἐντεύξεις καὶ παρασκευὰς τῆς ἐπιβολῆς)的后半部分。由于手稿的分章,它独立呈现在本章开头。
  2. 5.75.1συμπορευομένων — 属格绝对结构的分词。其逻辑主语在上下文中指参与谈判、频繁往来的双方(加尔叙埃里斯的军营与塞尔盖的使者们)。
  3. 5.75.2δοκοῦν εἶναι — 中性单数主格分词。尽管文法上的主语是阳性名词 ἄνθρωπος(人),但由于它被视作“动物”(ζῷον,中性)的代表,因而发生意义一致(constructio ad sensum)。此处表示让步(“尽管被认为……”)。
  4. 5.75.4οὐκ οἶδʼ ὅπως — 形式上引导一个间接疑问句,但实际上起副词短语(相当于拉丁语的 nescio quo modo)的作用,意为“不知怎么地”或“不知为何”,修饰整个句子。
  5. 5.75.6καὶ ταῦτα — 惯用短语,意为“而且是在……”或“更何况”,为随后的分词 δυνάμενοι 增添让步或伴随状况的语气,用以强调从历史中吸取经验是多么容易。

引用这一段

波利比奥斯, 历史 §5.75.1-5.75.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.75.1-5.75.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。