§5.76.1σοντας τοῖς προκειμένοις·
提示された条件に合意をもたらすかのように。
ὁ δὲ Λόγβασις ἀποδοὺς τὸ σύνθημα τοῦ καιροῦ τοῖς ὑπεναντίοις ἡτοίμαζε τοὺς ἡθροισμένους κατὰ τὴν οἰκίαν, διεσκευάζετο δὲ καὶ καθωπλίζετο μετὰ τῶν υἱῶν αὐτὸς ἅμα πρὸς τὸν κίνδυνον.
一方、ログバシスは敵に好機の合図を送ると、家の中に集めておいた者たちを準備させ、自身も息子たちとともに危険に備えて身支度を整え武装した。
§5.76.2τῶν δὲ πολεμίων ὁ μὲν Ἀχαιὸς τοὺς [μὲν] ἡμίσεις ἔχων προέβαινε πρὸς αὐτὴν τὴν πόλιν, ὁ δὲ Γαρσύηρις τοὺς ὑπολειπομένους ἀναλαβὼν προῆγεν ὡς ἐπὶ τὸ Κεσβέδιον καλούμενον.
敵のうち、アカイオスは半数の兵を率いて都市そのものへと進軍し、ガルシュエリスは残りの兵を率いてケスベディオンと呼ばれる場所へと進んだ。
τοῦτο δʼ ἐστὶ μὲν Διὸς ἱερόν, κεῖται δʼ εὐφυῶς κατὰ τῆς πόλεως· ἄκρας γὰρ λαμβάνει διάθεσιν.
ここはゼウスの神殿であり、都市を見下ろす都合の良い位置にあり、アクロポリス(砦)のような配置を占めている。
§5.76.3συνθεασαμένου δέ τινος κατὰ τύχην αἰπόλου τὸ συμβαῖνον καὶ προσαγγείλαντος πρὸς τὴν ἐκκλησίαν, οἱ μὲν ἐπὶ τὸ Κεσβέδιον ὥρμων μετὰ σπουδῆς, οἱ δʼ ἐπὶ τὰ φυλακεῖα, τὸ δὲ πλῆθος ὑπὸ τὸν θυμὸν ἐπὶ τὴν οἰκίαν τοῦ Λογβάσιος.
たまたま、ある山羊飼いがこの様子を目撃して民会に報告したため、ある者たちは急いでケスベディオンへと駆けつけ、他の者たちは防衛拠点へと向かい、群衆は怒りに駆られてログバシスの家へと押し寄せた。
§5.76.4καταφανοῦς δὲ τῆς πράξεως γενομένης, οἱ μὲν αὐτῶν ἐπὶ τὸ τέγος ἀναβάντες, οἱ δὲ ταῖς αὐλείοις βιασάμενοι, τόν τε Λόγβασιν καὶ τοὺς υἱούς, ἅμα δὲ καὶ τοὺς ἄλλους πάντας αὐτοῦ κατεφόνευσαν.
悪事が白日の下にさらされると、彼らのうちある者は屋根に登り、他の者は玄関の扉を破って、ログバシスとその息子たち、さらにはそこにいた他の者たちを全員虐殺した。
§5.76.5μετὰ δὲ ταῦτα κηρύξαντες τοῖς δούλοις ἐλευθερίαν καὶ διελόντες σφᾶς αὐτοὺς ἐβοήθουν ἐπὶ τοὺς εὐκαίρους τῶν τόπων.
この後、彼らは奴隷たちに自由を宣言し、自らを分割して要害の地を救援すべく駆けつけた。
§5.76.6ὁ μὲν οὖν Γαρσύηρις ἰδὼν προκατεχόμενον τὸ Κεσβέδιον ἀπέστη τῆς προθέσεως·
こうしてガルシュエリスはケスベディオンが既に占拠されているのを見て、その企てを断念した。
§5.76.7τοῦ δʼ Ἀχαιοῦ βιαζομένου πρὸς αὐτὰς τὰς πύλας ἐξελθόντες οἱ Σελγεῖς ἑπτακοσίους μὲν κατέβαλον τῶν Μυσῶν, τοὺς δὲ λοιποὺς ἀπέστησαν τῆς ὁρμῆς.
アカイオスが門そのものへ迫ってきたが、セルゲの市民は打って出来てミュシア兵を七百人討ち倒し、残りの者たちの進撃を阻んだ。
§5.76.8μετὰ δὲ ταύτην τὴν πρᾶξιν ὁ μὲν Ἀχαιὸς καὶ Γαρσύηρις ἀνεχώρησαν εἰς τὴν αὑτῶν παρεμβολήν,
この戦闘の後、アカイオスとガルシュエリスは自軍の陣営へと退却した。
§5.76.9οἱ δὲ Σελγεῖς, δεδιότες μὲν τὰς ἐν αὑτοῖς στάσεις, δεδιότες δὲ καὶ τὴν τῶν πολεμίων ἐπιστρατοπεδείαν, ἐξέπεμψαν μεθʼ ἱκετηριῶν τοὺς πρεσβυτέρους, καὶ σπονδὰς ποιησάμενοι διελύσαντο τὸν πόλεμον ἐπὶ τούτοις,
一方、セルゲの市民は、市内の内紛を恐れ、また敵が包囲陣を敷いていることも恐れて、哀願のしるしを携えた長老たちを派遣し、以下の条件で休戦協定を結んで戦争を終結させた。
§5.76.10ἐφʼ ᾧ παραχρῆμα μὲν δοῦναι τετρακόσια τάλαντα καὶ τοὺς τῶν Πεδνηλισσέων αἰχμαλώτους, μετὰ δέ τινα χρόνον ἕτερα προσθεῖναι τριακόσια.
すなわち、ただちに四百タラントンとペドネリッソス人の捕虜を引き渡し、一定期間の後にさらに三百タラントンを追加するという条件である。
§5.76.11Σελγεῖς μὲν οὖν διὰ τὴν Λογβάσιος ἀσέβειαν τῇ πατρίδι κινδυνεύσαντες, διὰ τὴν σφετέραν εὐτολμίαν τήν τε πατρίδα διετήρησαν καὶ τὴν ἐλευθερίαν οὐ κατῄσχυναν καὶ τὴν ὑπάρχουσαν αὐτοῖς
このようにしてセルゲの市民は、ログバシスの不敬のせいで祖国を危機に晒したものの、自らの勇敢さによって祖国を守り抜き、その自由を汚すことなく、また自分たちに備わっていた…