§5.74.1ὁ δὲ Γαρσύηρις ἀναζεύξας ἐκ ποδὸς εἵπετο τοῖς φεύγουσι, σπεύδων διελθεῖν τὰς δυσχωρίας καὶ συνεγγίσαι τῇ πόλει πρὶν ἢ στῆναι καὶ βουλεύσασθαί τι τοὺς πεφευγότας ὑπὲρ τῆς αὑτοῦ παρουσίας.
一方、ガルシュイリスは陣をたたんで直ちに敗走する者たちの後を追い、彼らが踏みとどまって彼の到来に対して何らかの対策を協議する前に、難所を通り抜けて都市に接近しようと急いだ。
§5.74.2οὗτος μὲν οὖν ἧκε μετὰ τῆς δυνάμεως πρὸς τὴν πόλιν·
こうして彼は軍勢を率いて都市の近くに到着した。
§5.74.3οἱ δὲ Σελγεῖς δυσελπιστοῦντες μὲν ἐπὶ τοῖς συμμάχοις διὰ τὴν κοινὴν περιπέτειαν, ἐκπεπληγμένοι δὲ ταῖς ψυχαῖς διὰ τὸ γεγονὸς ἀτύχημα, περίφοβοι τελέως ἦσαν καὶ περὶ σφῶν αὐτῶν καὶ περὶ τῆς πατρίδος.
一方、セルゲ市民は、共通の災難のために同盟軍に対する望みを失い、起こった敗北のために心を挫かれ、自分たち自身についても祖国についても完全に恐怖に陥っていた。
§5.74.4διὸ συνελθόντες εἰς ἐκκλησίαν ἐβουλεύσαντο πρεσβευτὴν ἐκπέμπειν ἕνα τῶν πολιτῶν Λόγβασιν, ὃς ἐγεγόνει μὲν ἐπὶ πολὺ συνήθης καὶ ξένος Ἀντιόχου τοῦ μεταλλάξαντος τὸν βίον ἐπὶ Θρᾴκης,
それゆえ、彼らは民会に集まり、市民の一人であるログバシスを使節として派遣することを決めた。
§5.74.5δοθείσης δʼ ἐν παρακαταθήκῃ καὶ Λαοδίκης αὐτῷ τῆς Ἀχαιοῦ γενομένης γυναικός, ἐτετρόφει ταύτην ὡς θυγατέρα καὶ διαφερόντως ἐπεφιλοστοργήκει τὴν παρθένον.
彼は、トラキアで生涯を終えたアンティオコスの長年の親しい友人であり賓客であったが、のちにアカイオスの妻となったラオディケも彼に委託されて預けられていたため、彼は彼女を娘のように育て、この乙女に特別な愛情を注いでいた。
§5.74.6διʼ ἃ νομίζοντες οἱ Σελγεῖς εὐφυέστατον ἔχειν πρεσβευτὴν πρὸς τὰ περιεστῶτα τοῦτον ἐξαπέστειλαν·
それゆえ、セルゲ市民は直面する状況に対して彼が最も適した使節であると考え、彼を派遣した。
§5.74.7ὃς ποιησάμενος ἰδίᾳ τὴν ἔντευξιν πρὸς Γαρσύηριν, τοσοῦτο κατὰ τὴν προαίρεσιν ἀπέσχε τοῦ βοηθεῖν τῇ πατρίδι κατὰ τὸ δέον ὥστε τἀναντία παρεκάλει τὸν Γαρσύηριν σπουδῇ πέμπειν ἐπὶ τὸν Ἀχαιόν, ἀναδεχόμενος ἐγχειριεῖν αὐτοῖς τὴν πόλιν.
彼はガルシュイリスと個人的に会談を持ったが、その意図において、本来なすべき祖国への援助からはほど遠く、それどころかガルシュイリスに対し、自分たちが都市を引き渡すことを約束して、急いでアカイオスのもとへ使者を送るよう促した。
§5.74.8ὁ μὲν οὖν Γαρσύηρις, δεξάμενος ἑτοίμως τὴν ἐλπίδα, πρὸς μὲν τὸν Ἀχαιὸν ἐξέπεμψε τοὺς ἐπισπασομένους καὶ διασαφήσοντας περὶ τῶν ἐνεστώτων,
こうしてガルシュイリスはその希望を喜んで受け入れ、アカイオスのもとへ、彼を招き寄せ、現在の状況を説明するための者たちを派遣した。
§5.74.9πρὸς δὲ τοὺς Σελγεῖς ἀνοχὰς ποιησάμενος εἷλκε τὸν χρόνον τῶν συνθηκῶν, αἰὲν ὑπὲρ τῶν κατὰ μέρος ἀντιλογίας καὶ σκήψεις εἰσφερόμενος χάριν τοῦ προσδέξασθαι μὲν τὸν Ἀχαιόν, δοῦναι δʼ ἀναστροφὴν τῷ Λογβάσει πρὸς τὰς ἐντεύξεις
一方、セルゲ市民に対しては休戦を結び、個々の詳細な点について常に反論や口実を設けることで、アカイオスを迎え入れ、またログバシスに交渉のための時間を与えるために、条約締結の交渉を引き延ばした。