Humanitext Reader

ポリュビオス · 歴史 §5.73.1-5.73.16

ペドネリッソスの戦いとセルゲ軍の敗北

437 / 1311 箇所 · ギリシア語

要旨

ペドネリッソスをめぐる戦闘において、包囲を強めるセルゲ軍に対しガルシュイリス率いる救援軍が激突し、最終的に騎兵の迂回突撃によってセルゲ軍が壊滅的な大敗を喫する様子を描く。

§5.73.1Πεδνηλισσεῦσιν.
ペドネリッソス市民に。
οἱ δὲ Σελγεῖς κατὰ τὸν καιρὸν τοῦτον, στρατηγὸν ἐξαποστείλαντες μετὰ δυνάμεως, ἤλπισαν καταπληξάμενοι ταῖς τῶν τόπων ἐμπειρίαις ἐκβαλεῖν τὸν Φάϋλλον ἐκ τῶν ὀχυρωμάτων.
一方、セルゲ市民はこの時、部隊を率いた将軍を派遣し、自らの地形に対する知識をもって威嚇することで、ファイロスを要塞から追い出そうと望んだ。
§5.73.2οὐ καθικόμενοι δὲ τῆς προθέσεως, ἀλλὰ πολλοὺς ἀποβαλόντες τῶν στρατιωτῶν ἐν ταῖς προσβολαῖς, ταύτης μὲν τῆς ἐλπίδος ἀπέστησαν, τῇ δὲ πολιορκίᾳ καὶ τοῖς ἔργοις οὐχ ἧττον, ἀλλὰ μᾶλλον ἢ πρὸ τοῦ προσεκαρτέρουν.
しかし、目的を達することができず、突撃の際に多くの兵士を失ったため、この望みは諦めたが、包囲と攻城作業には以前にも増して熱心に従事し続けた。
§5.73.3τοῖς δὲ περὶ Γαρσύηριν Ἐτεννεῖς μὲν οἱ τῆς Πισιδικῆς τὴν ὑπὲρ Σίδης ὀρεινὴν κατοικοῦντες, ὀκτακισχιλίους ὁπλίτας ἔπεμψαν, Ἀσπένδιοι δὲ τοὺς ἡμίσεις·
一方、ガルシュイリスとその一行のもとへ、シデ上方のピシディア山岳地帯に住むエテンナ市民は重装歩兵八千人を送り、アスペンドス市民はその半数を送った。
§5.73.4Σιδῆται δὲ τὰ μὲν στοχαζόμενοι τῆς πρὸς Ἀντίοχον εὐνοίας, τὸ δὲ πλεῖον διὰ τὸ πρὸς Ἀσπενδίους μῖσος, οὐ μετέσχον τῆς βοηθείας.
シデ市民は、一方ではアンティオコスに対する好意を考慮し、他方ではそれ以上にアスペンドス市民に対する憎しみのために、この援助には加わらなかった。
§5.73.5ὁ δὲ Γαρσύηρις ἀναλαβὼν τάς τε τῶν βεβοηθηκότων καὶ τὰς ἰδίας δυνάμεις ἧκε πρὸς τὴν Πεδνηλισσόν, πεπεισμένος ἐξ ἐφόδου λύσειν τὴν πολιορκίαν·
ガルシュイリスは援助に駆けつけた者たちと自らの軍勢を率いてペドネリッソスに到着し、ただちの突撃によって包囲を解くことができると確信していた。
οὐ καταπληττομένων δὲ τῶν Σελγέων, λαβὼν σύμμετρον ἀπόστημα κατεστρατοπέδευσε.
しかし、セルゲ市民が怯まなかったので、適当な距離をとって陣を敷いた。
§5.73.6τῶν δὲ Πεδνηλισσέων πιεζομένων ὑπὸ τῆς ἐνδείας, ὁ Γαρσύηρις σπεύδων ποιεῖν τὰ δυνατά, δισχιλίους ἑτοιμάσας ἄνδρας καὶ δοὺς ἑκάστῳ μέδιμνον πυρῶν, νυκτὸς εἰς τὴν Πεδνηλισσὸν εἰσέπεμπε.
ペドネリッソス市民が食糧不足に苦しんでいたので、ガルシュイリスはできる限りのことを急ぎ行おうとし、二千人の男を用意して、それぞれに一メディムノスの小麦を持たせ、夜間にペドネリッソスへと送り込もうとした。
§5.73.7τῶν δὲ Σελγέων συνέντων τὸ γινόμενον καὶ παραβοηθησάντων, συνέβη τῶν μὲν ἀνδρῶν τῶν εἰσφερόντων κατακοπῆναι τοὺς πλείστους, τοῦ δὲ σίτου παντὸς κυριεῦσαι τοὺς Σελγεῖς.
しかし、セルゲ市民がこの動きを察知して急行したため、食糧を搬入していた男たちの大部分が斬り殺され、すべての小麦はセルゲ市民の手に入ることになった。
§5.73.8οἷς ἐπαρθέντες ἐνεχείρησαν οὐ μόνον τὴν πόλιν, ἀλλὰ καὶ τοὺς περὶ τὸν Γαρσύηριν πολιορκεῖν·
これによって意気上がった彼らは、都市だけでなく、ガルシュイリスの陣営をも包囲しようと企てた。
ἔχουσι γὰρ δή τι τολμηρὸν ἀεὶ καὶ παράβολον ἐν τοῖς πολεμίοις οἱ Σελγεῖς.
実際、セルゲ市民は戦闘において常に極めて大胆で、冒険的なところがあるからである。
§5.73.9διʼ ἃ καὶ τότε καταλιπόντες φυλακὴν τὴν ἀναγκαίαν τοῦ χάρακος, τοῖς λοιποῖς περιστάντες κατὰ πλείους τόπους ἅμα προσέβαλον εὐθαρσῶς τῇ τῶν ὑπεναντίων παρεμβολῇ.
そのため、この時も彼らは自陣に必要最小限の守備兵だけを残し、残りの兵力で複数の方向から包囲し、敵の陣営に対して一斉に勇敢な攻撃を仕掛けた。
§5.73.10πανταχόθεν δὲ τοῦ κινδύνου παραδόξως περιεστῶτος, κατὰ δέ τινας τόπους καὶ τοῦ χάρακος ἤδη διασπωμένου, θεωρῶν ὁ Γαρσύηρις τὸ συμβαῖνον καὶ μοχθηρὰς ἐλπίδας ἔχων ὑπὲρ τῶν ὅλων, ἐξέπεμψε τοὺς ἱππεῖς κατά τινα τόπον ἀφυλακτούμενον·
四方から予想外に危険が迫り、いくつかの場所ではすでに防壁が破られかけていたが、ガルシュイリスは事態を目にし、全体の形勢について暗い見通しを抱きつつ、守備の手薄な場所から騎兵を派遣した。
§5.73.11οὓς νομίσαντες οἱ Σελγεῖς καταπεπληγμένους καὶ δεδιότας τὸ μέλλον ἀποχωρήσειν οὐ προσέσχον, ἀλλʼ ἁπλῶς ὠλιγώρησαν.
セルゲ市民は、彼らが恐怖を抱き、今後の展開を恐れて退却しようとしているのだと思い込み、注意を払わず、ただ無視した。
§5.73.12οἱ δὲ περιιππεύσαντες καὶ γενόμενοι κατὰ νώτου τοῖς πολεμίοις ἐνέβαλον, καὶ προσέφερον τὰς χεῖρας ἐρρωμένως.
しかし、騎兵たちは迂回して敵の背後に回り込んで突撃し、激しく攻撃を加えた。
§5.73.13οὗ συμβαίνοντος ἀναθαρρήσαντες οἱ τοῦ Γαρσυήριδος πεζοί, καίπερ ἤδη τετραμμένοι, πάλιν ἐκ μεταβολῆς ἠμύνοντο τοὺς εἰσπίπτοντας·
これが起きると、ガルシュイリスの歩兵たちは、すでに敗走しかけていたにもかかわらず、再び勇気を取り戻し、反転して突入してきた敵を防いだ。
§5.73.14ἐξ οὗ περιεχόμενοι πανταχόθεν οἱ Σελγεῖς τέλος εἰς φυγὴν ὥρμησαν.
その結果、四方を包囲されたセルゲ市民はついに敗走し始めた。
§5.73.15ἅμα δὲ τούτοις οἱ Πεδνηλισσεῖς ἐπιθέμενοι τοὺς ἐν τῷ χάρακι καταλειφθέντας ἐξέβαλον.
これと同時に、ペドネリッソス市民も突撃し、敵の陣営に残されていた者たちを追い払った。
§5.73.16γενομένης δὲ τῆς φυγῆς ἐπὶ πολὺν τόπον, ἔπεσον μὲν οὐκ ἐλάττους μυρίων, τῶν δὲ λοιπῶν οἱ μὲν σύμμαχοι πάντες εἰς τὴν οἰκείαν, οἱ δὲ Σελγεῖς διὰ τῆς ὀρεινῆς εἰς τὴν αὑτῶν πατρίδα κατέφυγον.
敗走は広範囲に及び、一万人を下回らない者が倒れた。 残りのうち、同盟軍は全員が自国へ、セルゲ市民は山岳地帯を通って自らの祖国へと逃げ帰った。

語釈・文法注

  1. 5.73.1ταῖς τῶν τόπων ἐμπειρίαις — 属格の `τῶν τόπων` は `ἐμπειρίαις` に係る客観的属格。「地形についての知識」を意味する。文脈上、この土地の険しさを熟知しているのは攻撃側であるセルゲ市民であるため、彼ら自身の地形の熟知を指す。
  2. 5.73.3τοῖς δὲ περὶ Γαρσύηριν — 前置詞 `περί` に人名対格が続く慣用表現で、ここでは「ガルシュイリスおよびその部下たち」「ガルシュイリス率いる軍勢」を意味する。与格形であり、文全体の述語動詞 `ἔπεμψαν` の間接目的語(送り先)である。
  3. 5.73.6εἰσέπεμπε — 動詞 `εἰσπέμπω` の未完了過去形。ここでは単に送ったという動作の継続ではなく、包囲された町の中に食糧を「搬入しようと試みた」という「試みの未完了過去(conative imperfect)」を示す。次の §5.73.7 で搬入が途中で阻止されたことが述べられるため、この解釈が妥当である。

この箇所を引用する

ポリュビオス, 歴史 §5.73.1-5.73.16. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.73.1-5.73.16

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。