§5.74.1ὁ δὲ Γαρσύηρις ἀναζεύξας ἐκ ποδὸς εἵπετο τοῖς φεύγουσι, σπεύδων διελθεῖν τὰς δυσχωρίας καὶ συνεγγίσαι τῇ πόλει πρὶν ἢ στῆναι καὶ βουλεύσασθαί τι τοὺς πεφευγότας ὑπὲρ τῆς αὑτοῦ παρουσίας. §5.74.2οὗτος μὲν οὖν ἧκε μετὰ τῆς δυνάμεως πρὸς τὴν πόλιν· §5.74.3οἱ δὲ Σελγεῖς δυσελπιστοῦντες μὲν ἐπὶ τοῖς συμμάχοις διὰ τὴν κοινὴν περιπέτειαν, ἐκπεπληγμένοι δὲ ταῖς ψυχαῖς διὰ τὸ γεγονὸς ἀτύχημα, περίφοβοι τελέως ἦσαν καὶ περὶ σφῶν αὐτῶν καὶ περὶ τῆς πατρίδος. §5.74.4διὸ συνελθόντες εἰς ἐκκλησίαν ἐβουλεύσαντο πρεσβευτὴν ἐκπέμπειν ἕνα τῶν πολιτῶν Λόγβασιν, ὃς ἐγεγόνει μὲν ἐπὶ πολὺ συνήθης καὶ ξένος Ἀντιόχου τοῦ μεταλλάξαντος τὸν βίον ἐπὶ Θρᾴκης, §5.74.5δοθείσης δʼ ἐν παρακαταθήκῃ καὶ Λαοδίκης αὐτῷ τῆς Ἀχαιοῦ γενομένης γυναικός, ἐτετρόφει ταύτην ὡς θυγατέρα καὶ διαφερόντως ἐπεφιλοστοργήκει τὴν παρθένον. §5.74.6διʼ ἃ νομίζοντες οἱ Σελγεῖς εὐφυέστατον ἔχειν πρεσβευτὴν πρὸς τὰ περιεστῶτα τοῦτον ἐξαπέστειλαν· §5.74.7ὃς ποιησάμενος ἰδίᾳ τὴν ἔντευξιν πρὸς Γαρσύηριν, τοσοῦτο κατὰ τὴν προαίρεσιν ἀπέσχε τοῦ βοηθεῖν τῇ πατρίδι κατὰ τὸ δέον ὥστε τἀναντία παρεκάλει τὸν Γαρσύηριν σπουδῇ πέμπειν ἐπὶ τὸν Ἀχαιόν, ἀναδεχόμενος ἐγχειριεῖν αὐτοῖς τὴν πόλιν. §5.74.8ὁ μὲν οὖν Γαρσύηρις, δεξάμενος ἑτοίμως τὴν ἐλπίδα, πρὸς μὲν τὸν Ἀχαιὸν ἐξέπεμψε τοὺς ἐπισπασομένους καὶ διασαφήσοντας περὶ τῶν ἐνεστώτων, §5.74.9πρὸς δὲ τοὺς Σελγεῖς ἀνοχὰς ποιησάμενος εἷλκε τὸν χρόνον τῶν συνθηκῶν, αἰὲν ὑπὲρ τῶν κατὰ μέρος ἀντιλογίας καὶ σκήψεις εἰσφερόμενος χάριν τοῦ προσδέξασθαι μὲν τὸν Ἀχαιόν, δοῦναι δʼ ἀναστροφὴν τῷ Λογβάσει πρὸς τὰς ἐντεύξεις
Garsyeris, breaking up his camp, followed immediately on the heels of the fugitives, eager to pass through the difficult terrain and approach the city before the fled ones could make a stand and take any counsel regarding his arrival. So he arrived near the city with his forces; but the Selgians, despairing of their allies because of the common disaster, and utterly disheartened by the misfortune that had occurred, were in complete terror both for themselves and for their country. Therefore, assembling in their assembly, they resolved to send as an ambassador Logbasis, one of their citizens, who had for a long time been a close friend and guest of Antiochus who had ended his life in Thrace; and as Laodice, who afterwards became the wife of Achaeus, had been entrusted to his care, he had brought her up as his daughter and had cherished the maiden with extraordinary affection. For these reasons, the Selgians, thinking him to be the most suitable ambassador for the present circumstances, dispatched him. He, having had a private interview with Garsyeris, was so far in his purpose from helping his country as he ought, that, on the contrary, he urged Garsyeris to send in haste to Achaeus, promising to hand over the city to them. Garsyeris, readily embracing this hope, dispatched to Achaeus those who would invite him and explain the present situation; but with the Selgians, having made a truce, he spun out the time of the treaty, always raising objections and excuses concerning details, for the sake of awaiting Achaeus and giving Logbasis time for his negotiations.