Humanitext Reader

波利比奥斯 · 历史 §5.74.1-5.74.9

加尔叙埃里斯进逼与使节洛格巴西斯的背叛

第 438 段,共 1311 段 · 希腊语

内容简介

加尔叙埃里斯追击溃逃的塞尔盖军并逼近城市。陷入绝境的塞尔盖人派遣洛格巴西斯为使节,但他背叛祖国,与加尔叙埃里斯阴谋将城市交付给阿凯乌斯,并故意拖延条约谈判的时间。

§5.74.1ὁ δὲ Γαρσύηρις ἀναζεύξας ἐκ ποδὸς εἵπετο τοῖς φεύγουσι, σπεύδων διελθεῖν τὰς δυσχωρίας καὶ συνεγγίσαι τῇ πόλει πρὶν ἢ στῆναι καὶ βουλεύσασθαί τι τοὺς πεφευγότας ὑπὲρ τῆς αὑτοῦ παρουσίας.
至于加尔叙埃里斯,他拔营起兵,紧随逃兵之后,急于穿过险要地形并逼近城市,以免逃亡者站稳脚跟并针对他的到来商讨任何对策。
§5.74.2οὗτος μὲν οὖν ἧκε μετὰ τῆς δυνάμεως πρὸς τὴν πόλιν· §5.74.3οἱ δὲ Σελγεῖς δυσελπιστοῦντες μὲν ἐπὶ τοῖς συμμάχοις διὰ τὴν κοινὴν περιπέτειαν, ἐκπεπληγμένοι δὲ ταῖς ψυχαῖς διὰ τὸ γεγονὸς ἀτύχημα, περίφοβοι τελέως ἦσαν καὶ περὶ σφῶν αὐτῶν καὶ περὶ τῆς πατρίδος.
于是,他率领军队来到了城市附近;而塞尔盖人因共同的灾难对盟友失去了信心,又因所发生的挫败而心惊胆战,对他们自身和祖国都感到极度恐惧。
§5.74.4διὸ συνελθόντες εἰς ἐκκλησίαν ἐβουλεύσαντο πρεσβευτὴν ἐκπέμπειν ἕνα τῶν πολιτῶν Λόγβασιν, ὃς ἐγεγόνει μὲν ἐπὶ πολὺ συνήθης καὶ ξένος Ἀντιόχου τοῦ μεταλλάξαντος τὸν βίον ἐπὶ Θρᾴκης,
因此,他们聚集在公民大会上,决定派遣公民之一的洛格巴西斯作为使节。
§5.74.5δοθείσης δʼ ἐν παρακαταθήκῃ καὶ Λαοδίκης αὐτῷ τῆς Ἀχαιοῦ γενομένης γυναικός, ἐτετρόφει ταύτην ὡς θυγατέρα καὶ διαφερόντως ἐπεφιλοστοργήκει τὴν παρθένον.
他曾长期是那位在色雷斯去世的安条克的密友和宾客;此外,后来成为阿凯乌斯之妻的拉奥迪凯也被托付给洛格巴西斯照顾,洛格巴西斯像对待亲生女儿一般抚养她,对这位少女倾注了特别的疼爱。
§5.74.6διʼ ἃ νομίζοντες οἱ Σελγεῖς εὐφυέστατον ἔχειν πρεσβευτὴν πρὸς τὰ περιεστῶτα τοῦτον ἐξαπέστειλαν·
塞尔盖人因此认为他是应对当前局势最合适的使节,便派遣了他。
§5.74.7ὃς ποιησάμενος ἰδίᾳ τὴν ἔντευξιν πρὸς Γαρσύηριν, τοσοῦτο κατὰ τὴν προαίρεσιν ἀπέσχε τοῦ βοηθεῖν τῇ πατρίδι κατὰ τὸ δέον ὥστε τἀναντία παρεκάλει τὸν Γαρσύηριν σπουδῇ πέμπειν ἐπὶ τὸν Ἀχαιόν, ἀναδεχόμενος ἐγχειριεῖν αὐτοῖς τὴν πόλιν.
他与加尔叙埃里斯进行了私人会面,然而在动机上,他不仅完全没有履行协助祖国的职责,反而向加尔叙埃里斯建议,应当火速派人去召阿凯乌斯,并承诺将城市交付给他们。
§5.74.8ὁ μὲν οὖν Γαρσύηρις, δεξάμενος ἑτοίμως τὴν ἐλπίδα, πρὸς μὲν τὸν Ἀχαιὸν ἐξέπεμψε τοὺς ἐπισπασομένους καὶ διασαφήσοντας περὶ τῶν ἐνεστώτων, §5.74.9πρὸς δὲ τοὺς Σελγεῖς ἀνοχὰς ποιησάμενος εἷλκε τὸν χρόνον τῶν συνθηκῶν, αἰὲν ὑπὲρ τῶν κατὰ μέρος ἀντιλογίας καὶ σκήψεις εἰσφερόμενος χάριν τοῦ προσδέξασθαι μὲν τὸν Ἀχαιόν, δοῦναι δʼ ἀναστροφὴν τῷ Λογβάσει πρὸς τὰς ἐντεύξεις
加尔叙埃里斯欣然接受了这一希望,派遣人手前往阿凯乌斯处,去邀请他并说明当前的局势;至于对塞尔盖人,他则达成了休战,并故意拖延缔结条约的时间,不断在细节问题上提出异议和借口,目的是为了等待阿凯乌斯的到来,并给洛格巴西斯提供进行密谋的时间。

词汇与语法注释

  1. 5.74.1πρὶν ἢ στῆναι καὶ βουλεύσασθαί τι τοὺς πεφευγότας — 连接词 πρὶν ἤ 在此后接不定式(στῆναι 和 βουλεύσασθαι)。宾格短语 τοὺς πεφευγότας 充当这些不定式的逻辑主语。
  2. 5.74.5δοθείσης δʼ ἐν παρακαταθήκῃ καὶ Λαοδίκης αὐτῷ — 由 δοθείσης 和 Λαοδίκης 构成的属格绝对结构。αὐτῷ 是与格,表示被托付的对象。连词 καί 起副词作用(表示“也”或“甚至”),强调了除上述朋友关系之外的又一层深厚纽带。
  3. 5.74.7τοσοῦτο κατὰ τὴν προαίρεσιν ἀπέσχε τοῦ βοηθεῖν... ὥστε — 由 ὥστε 引导的结果从句,与 τοσοῦτο 呼应。属格不定式 τοῦ βοηθεῖν 充当表示分离的动词 ἀπέσχε(远离、相差甚远)的补足语。
  4. 5.74.9χάριν τοῦ προσδέξασθαι μὲν τὸν Ἀχαιόν, δοῦναι δʼ ἀναστροφὴν — 起类前置词作用的属格名词 χάριν(为了……)支配着两个属格不定式短语 τοῦ προσδέξασθαι 和 (τοῦ) δοῦναι。τὸν Ἀχαιόν 是第一个不定式的宾格主语,而 ἀναστροφήν 则是第二个不定式 δοῦναι 的直接宾语。

引用这一段

波利比奥斯, 历史 §5.74.1-5.74.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.74.1-5.74.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。