§5.66.1τοιαύτη τις ἦν.
このように準備されていた。
Ἀντίοχος δὲ συνεσταμένος πολιορκίαν περὶ τὴν καλουμένην πόλιν Δῶρα, καὶ περαίνειν οὐδὲν δυνάμενος διά τε τὴν ὀχυρότητα τοῦ τόπου καὶ τὰς τῶν περὶ τὸν Νικόλαον παραβοηθείας,
一方、アンティオコスはドラと呼ばれる都市の包囲戦に従事していたが、その場所の堅固さとニコラオスの一派による救援のために、何ら成果を上げることができずにいた。
§5.66.2συνάπτοντος ἤδη τοῦ χειμῶνος, συνεχώρησε ταῖς παρὰ τοῦ Πτολεμαίου πρεσβείαις ἀνοχάς τε ποιήσασθαι τετραμήνους καὶ περὶ τῶν ὅλων εἰς πάντα συγκαταβήσεσθαι τὰ φιλάνθρωπα.
すでに冬が近づいていたので、彼はプトレマイオスからの使節団に対して、四ヶ月の休戦を結ぶこと、および全体の交渉においてあらゆる和平条件に応じることに同意した。
§5.66.3ταῦτα δʼ ἔπραττε πλεῖστον μὲν ἀπέχων τῆς ἀληθείας, σπεύδων δὲ μὴ πολὺν χρόνον ἀποσπᾶσθαι τῶν οἰκείων τόπων, ἀλλʼ ἐν τῇ Σελευκείᾳ ποιήσασθαι τὴν τῶν δυνάμεων παραχειμασίαν διὰ τὸ προφανῶς τὸν Ἀχαιὸν ἐπιβουλεύειν μὲν τοῖς σφετέροις πράγμασι, συνεργεῖν δὲ τοῖς περὶ τὸν Πτολεμαῖον ὁμολογουμένως.
彼は本心からは程遠い状態でこれらを行っていた。 なぜなら、自領から長く離れることを望まず、むしろセレウケイアで軍を冬営させることを急いでいたからである。 それは、アカイオスが明らかに彼の領地に対して陰謀を企て、公然とプトレマイオスの一派と協力していることが明白であったからである。
§5.66.4τούτων δὲ συγχωρηθέντων Ἀντίοχος τοὺς μὲν πρεσβευτὰς ἐξέπεμψε, παραγγείλας διασαφεῖν αὐτῷ τὴν ταχίστην τὰ δόξαντα τοῖς περὶ τὸν Πτολεμαῖον καὶ συνάπτειν εἰς Σελεύκειαν·
この合意がなされると、アンティオコスは使節たちを送り出し、プトレマイオスの一派が決定したことをできるだけ早く彼に報告し、セレウケイアで合流するように命じた。
§5.66.5ἀπολιπὼν δὲ φυλακὰς τὰς ἁρμοζούσας ἐν τοῖς τόποις, καὶ παραδοὺς Θεοδότῳ τὴν τῶν ὅλων ἐπιμέλειαν, ἐπανῆλθε·
そして、各地に適切な守備隊を残し、全体の管理をテオドトスに委ねて退却した。
καὶ παραγενόμενος εἰς τὴν Σελεύκειαν διαφῆκε τὰς δυνάμεις εἰς παραχειμασίαν.
彼はセレウケイアに到着すると、軍隊を冬営のために解散した。
§5.66.6καὶ τὸ λοιπὸν ἤδη τοῦ μὲν γυμνάζειν τοὺς ὄχλους ὠλιγώρει, πεπεισμένος οὐ προσδεήσεσθαι τὰ πράγματα μάχης διὰ τὸ τινῶν μὲν μερῶν Κοίλης Συρίας καὶ Φοινίκης ἤδη κυριεύειν, τοὺς δὲ λοιποὺς ἐλπίζειν ἐξ ἑκόντων καὶ διὰ λόγου παραλήψεσθαι,
それ以降、彼は兵士たちの訓練を怠るようになった。 コイレ・シリアとポイニキアの一部をすでに支配下に置いており、残りの地域も、彼らが自発的に、あるいは交渉を通じて手に入るだろうと期待していたため、もはや戦う必要はないと確信していたからである。
§5.66.7μὴ τολμώντων τὸ παράπαν τῶν περὶ τὸν Πτολεμαῖον εἰς τὸν περὶ τῶν ὅλων συγκαταβαίνειν κίνδυνον.
プトレマイオスの一派が、全体の存亡を賭けた危険に身を投じる勇気をまったく持たないだろうと考えていたのである。
§5.66.8ταύτην δὲ συνέβαινε τὴν διάληψιν καὶ τοὺς πρεσβευτὰς ἔχειν διὰ τὸ τὰς ἐντεύξεις αὐτοῖς τὸν Σωσίβιον ἐν τῇ Μέμφει προκαθήμενον φιλανθρώπους ποιεῖσθαι, §5.66.9τῶν δὲ κατὰ τὴν Ἀλεξάνδρειαν παρασκευῶν μηδέποτε τοὺς διαπεμπομένους πρὸς τὸν Ἀντίοχον ἐᾶν αὐτόπτας γενέσθαι.
そして、この同じ見解を使節たち自身も抱く結果となった。 というのも、メンフィスに駐留していたソシビオスが彼らとの交渉を極めて友好的に進めていたからであり、またアレクサンドリアで行われていた準備を、アンティオコスのもとに派遣される使者たちに決して実見させないようにしていたからである。