§5.66.1τοιαύτη τις ἦν.
局势正是如此。
Ἀντίοχος δὲ συνεσταμένος πολιορκίαν περὶ τὴν καλουμένην πόλιν Δῶρα, καὶ περαίνειν οὐδὲν δυνάμενος διά τε τὴν ὀχυρότητα τοῦ τόπου καὶ τὰς τῶν περὶ τὸν Νικόλαον παραβοηθείας, §5.66.2συνάπτοντος ἤδη τοῦ χειμῶνος, συνεχώρησε ταῖς παρὰ τοῦ Πτολεμαίου πρεσβείαις ἀνοχάς τε ποιήσασθαι τετραμήνους καὶ περὶ τῶν ὅλων εἰς πάντα συγκαταβήσεσθαι τὰ φιλάνθρωπα.
而安条克当时正致力于包围被称为多拉的城市,但由于该地势险固以及尼科劳斯一派的增援,他未能取得任何进展,此时冬季已经临近,他同意了普托勒迈伊斯使团提出的停战四个月的请求,并同意在全局问题上接受一切和平条件。
§5.66.3ταῦτα δʼ ἔπραττε πλεῖστον μὲν ἀπέχων τῆς ἀληθείας, σπεύδων δὲ μὴ πολὺν χρόνον ἀποσπᾶσθαι τῶν οἰκείων τόπων, ἀλλʼ ἐν τῇ Σελευκείᾳ ποιήσασθαι τὴν τῶν δυνάμεων παραχειμασίαν διὰ τὸ προφανῶς τὸν Ἀχαιὸν ἐπιβουλεύειν μὲν τοῖς σφετέροις πράγμασι, συνεργεῖν δὲ τοῖς περὶ τὸν Πτολεμαῖον ὁμολογουμένως.
他这样做绝非出于真心,而是急于不让自己长时间离开本土,而是想在塞琉西亚让军队过冬,因为显而易见,阿凯奥斯正阴谋危害他的利益,并且公然与普托勒迈伊斯一派合作。
§5.66.4τούτων δὲ συγχωρηθέντων Ἀντίοχος τοὺς μὲν πρεσβευτὰς ἐξέπεμψε, παραγγείλας διασαφεῖν αὐτῷ τὴν ταχίστην τὰ δόξαντα τοῖς περὶ τὸν Πτολεμαῖον καὶ συνάπτειν εἰς Σελεύκειαν· §5.66.5ἀπολιπὼν δὲ φυλακὰς τὰς ἁρμοζούσας ἐν τοῖς τόποις, καὶ παραδοὺς Θεοδότῳ τὴν τῶν ὅλων ἐπιμέλειαν, ἐπανῆλθε·
达成这些协议后,安条克遣走了使节,命令他们尽快将普托勒迈伊斯及其顾问的决定告知他,并在塞琉西亚与他会合;他在各地留下了适当的守备队,并将全盘事务交由狄奥多托斯管理,随后便撤回。
καὶ παραγενόμενος εἰς τὴν Σελεύκειαν διαφῆκε τὰς δυνάμεις εἰς παραχειμασίαν.
抵达塞琉西亚后,他遣散军队各自过冬。
§5.66.6καὶ τὸ λοιπὸν ἤδη τοῦ μὲν γυμνάζειν τοὺς ὄχλους ὠλιγώρει, πεπεισμένος οὐ προσδεήσεσθαι τὰ πράγματα μάχης διὰ τὸ τινῶν μὲν μερῶν Κοίλης Συρίας καὶ Φοινίκης ἤδη κυριεύειν, τοὺς δὲ λοιποὺς ἐλπίζειν ἐξ ἑκόντων καὶ διὰ λόγου παραλήψεσθαι, §5.66.7μὴ τολμώντων τὸ παράπαν τῶν περὶ τὸν Πτολεμαῖον εἰς τὸν περὶ τῶν ὅλων συγκαταβαίνειν κίνδυνον.
此后,他便放松了对军队的训练,深信局势不再需要通过战斗来解决,因为他已经占领了柯里叙利亚和腓尼基的部分地区,并期望其余地区能通过自愿和谈判的方式接收,他认为普托勒迈伊斯一派根本不敢冒险进行全面决战。
§5.66.8ταύτην δὲ συνέβαινε τὴν διάληψιν καὶ τοὺς πρεσβευτὰς ἔχειν διὰ τὸ τὰς ἐντεύξεις αὐτοῖς τὸν Σωσίβιον ἐν τῇ Μέμφει προκαθήμενον φιλανθρώπους ποιεῖσθαι, §5.66.9τῶν δὲ κατὰ τὴν Ἀλεξάνδρειαν παρασκευῶν μηδέποτε τοὺς διαπεμπομένους πρὸς τὸν Ἀντίοχον ἐᾶν αὐτόπτας γενέσθαι.
而使节们恰好也抱有同样的看法,因为坐镇孟斐斯的索西比乌斯在与他们会谈时表现得非常友善,并且从不让派往安条克处的使者亲眼目睹亚历山大里亚正在进行的军事准备。