Humanitext Reader

ポリュビオス · 歴史 §5.67.1-5.67.13

コイレ・シリア領有権をめぐる両国使節の論争

431 / 1311 箇所 · ギリシア語

要旨

セレウケイアに到着した両国の使節団が、コイレ・シリアの歴史的領有権をめぐって法的な論争を繰り広げ、特にアカイオスの扱いをめぐって対立が深まったことを伝える。

§5.67.1πλὴν καὶ τότε τῶν πρέσβεων ἀφικομένων οἱ μὲν περὶ τὸν Σωσίβιον ἕτοιμοι πρὸς πᾶν, §5.67.2ὁ δʼ Ἀντίοχος μεγίστην ἐποιεῖτο σπουδὴν εἰς τὸ καθάπαξ καὶ τοῖς ὅπλοις καὶ τοῖς δικαίοις ἐπὶ τῶν ἐντεύξεων καταπεριεῖναι τῶν ἐκ τῆς Ἀλεξανδρείας.
ともあれ、その時も使節たちが到着すると、ソシビオスの一派はあらゆることに応じる準備ができていたが、アンティオコスは、会談において武力と正当な権利の双方によってアレクサンドリアからの使節たちを完全に圧倒することに、最大の努力を傾けていた。
§5.67.3ᾗ καὶ παραγενομένων τῶν πρεσβευτῶν εἰς τὴν Σελεύκειαν, καὶ συγκαταβαινόντων εἰς τοὺς κατὰ μέρος ὑπὲρ τῆς διαλύσεως λόγους κατὰ τὰς ὑπὸ τῶν περὶ τὸν Σωσίβιον ἐντολάς, §5.67.4ὁ μὲν βασιλεὺς τὸ μὲν ἄρτι γεγονὸς ἀτύχημα καὶ προφανὲς ἀδίκημα περὶ τῆς ἐνεστώσης καταλήψεως τῶν περὶ Κοίλην Συρίαν τόπων οὐ δεινὸν ἐνόμιζε κατὰ τὰς δικαιολογίας,
それゆえ、使節たちがセレウケイアに到着し、ソシビオスの一派からの指示に従って、和平に関する詳細な交渉に応じた際、王は、コイレ・シリア周辺の現在の占領に関する、最近生じた不幸な出来事や明白な不正について、議論の上では重大なこととはみなさなかった。
§5.67.5τὸ δὲ πλεῖστον οὐδʼ ἐν ἀδικήματι, κατηριθμεῖτο τὴν πρᾶξιν, ὡς καθηκόντων αὐτῷ τινων ἀντιπεποιημένος,
むしろ大部分において、彼はその行為を不正行為にさえ数えず、自分に本来属しているものの権利を主張したのだとした。
§5.67.6τὴν δὲ πρώτην Ἀντιγόνου τοῦ Μονοφθάλμου κατάληψιν καὶ τὴν Σελεύκου δυναστείαν τῶν τόπων τούτων ἐκείνας ἔφη κυριωτάτας εἶναι καὶ δικαιοτάτας κτήσεις, καθʼ ἃς αὐτοῖς, οὐ Πτολεμαίῳ, καθήκειν τὰ κατὰ Κοίλην Συρίαν·
そして、片目のアンティゴノスによる最初の占領と、これら地域に対するセレウコスの支配こそが、最も効力があり正当な占有であるとし、これらを根拠として、コイレ・シリアに関する事柄はプトレマイオスではなく自分たちに属していると主張した。
§5.67.7καὶ γὰρ Πτολεμαῖον διαπολεμῆσαι πρὸς Ἀντίγονον οὐχ αὑτῷ, Σελεύκῳ δὲ συγκατασκευάζοντα τὴν ἀρχὴν τῶν τόπων τούτων.
なぜなら、プトレマイオスがアンティゴノスと戦ったのも、自分自身のためではなく、セレウコスのためにこれら地域の支配を共同で確立するためであったからだという。
§5.67.8μάλιστα δὲ τὸ κοινὸν ἐπιέζει πάντων τῶν βασιλέων συγχώρημα, καθʼ οὓς καιροὺς Ἀντίγονον νικήσαντες, καὶ βουλευόμενοι κατὰ προαίρεσιν ὁμόσε πάντες, Κάσσανδρος, Λυσίμαχος, Σέλευκος, ἔκριναν Σελεύκου τὴν ὅλην Συρίαν ὑπάρχειν.
そして何よりも、アンティオコスはすべての王たちの共同の合意を強く主張した。 その当時、アンティゴノスを破り、カッサンドロス、リュシマコス、セレウコス一同が自発的に共同で合議した上で、シリア全土はセレウコスに属すると決定していたのである。
§5.67.9οἱ δὲ παρὰ τοῦ Πτολεμαίου τἀναντία τούτων ἐπειρῶντο συνιστάνειν·
一方、プトレマイオス側の使節たちはこれらとは反対のことを立証しようと試みていた。
τό τε γὰρ παρὸν ηὖξον ἀδίκημα καὶ δεινὸν ἐποίουν τὸ γεγονός, εἰς παρασπόνδημα τὴν Θεοδότου προδοσίαν καὶ τὴν ἔφοδον ἀνάγοντες τὴν Ἀντιόχου,
彼らは、テオドトスの裏切りやアンティオコスの侵攻を条約違反に帰せながら、現在の不正を誇張し、起こった出来事を恐るべきこととした。
§5.67.10προεφέροντο δὲ καὶ τὰς ἐπὶ Πτολεμαίου τοῦ Λάγου κτήσεις, φάσκοντες ἐπὶ τούτῳ συμπολεμῆσαι Σελεύκῳ Πτολεμαῖον, ἐφʼ ᾧ τὴν μὲν ὅλης τῆς Ἀσίας ἀρχὴν Σελεύκῳ περιθεῖναι, τὰ δὲ κατὰ Κοίλην Συρίαν αὑτῷ κατακτήσασθαι καὶ Φοινίκην.
また、プトレマイオス・ラゴスの子の時の占有をも持ち出し、プトレマイオスがセレウコスとともに戦ったのは、全アジアの支配権をセレウコスに与え、コイレ・シリアとポイニキアは自身のために獲得するという条件に基づくものであったと主張した。
§5.67.11ἐλέγετο μὲν οὖν ταῦτα καὶ παραπλήσια τούτοις πλεονάκις ὑπʼ ἀμφοτέρων κατὰ τὰς διαπρεσβείας καὶ τὰς ἐντεύξεις, ἐπετελεῖτο δὲ τὸ παράπαν οὐδέν, ἅτε τῆς δικαιολογίας γινομένης διὰ τῶν κοινῶν φίλων, μεταξὺ δὲ μηδενὸς ὑπάρχοντος τοῦ δυνησομένου παρακατασχεῖν καὶ κωλῦσαι τὴν τοῦ δοκοῦντος ἀδικεῖν ὁρμήν.
このようなこと、およびこれに類することが、交渉や会談において双方によって何度も語られたが、何一つ合意に達することはなかった。 なぜなら、その議論は共通の友人たちを介して行われており、不正を行っていると見なされる側の衝動を抑制し、阻止することのできる仲裁者が間に誰も存在しなかったからである。
§5.67.12μάλιστα δὲ παρεῖχε δυσχρηστίαν ἀμφοτέροις τὰ περὶ τὸν Ἀχαιόν· Πτολεμαῖος μὲν γὰρ ἐσπούδαζε περιλαβεῖν ταῖς συνθήκαις αὐτόν,
特に、アカイオスに関する問題が双方に大きな困難をもたらしていた。
§5.67.13Ἀντίοχος δὲ καθάπαξ οὐδὲ λόγον ἠνείχετο περὶ τούτων, δεινὸν ἡγούμενος τὸ καὶ τολμᾶν τὸν Πτολεμαῖον περιστέλλειν τοὺς ἀποστάτας καὶ μνήμην ποιεῖσθαι περί τινος τῶν τοιούτων.
プトレマイオスは条約に彼を含めることを熱望していたが、アンティオコスはこの件について議論することさえ断固として許さず、プトレマイオスが反逆者を庇護し、そのような者について言及することさえ企てるとは、言語道断であると考えた。

語釈・文法注

  1. §5.67.2εἰς τὸ καθάπαξ καὶ τοῖς ὅπλοις καὶ τοῖς δικαίοις ἐπὶ τῶν ἐντεύξεων καταπεριεῖναι τῶν ἐκ τῆς Ἀλεξανδρείας — 不定詞 `καταπεριεῖναι` は `τῶν ἐκ τῆς Ἀλεξανδρείας`(アレクサンドリアからの使節たち)を属格目的語として支配している。`καὶ τοῖς ὅπλοις καὶ τοῖς δικαίοις` は手段や領域を表す与格である。
  2. §5.67.5ὡς καθηκόντων αὐτῷ τινων ἀντιπεποιημένος — 接続詞 `ὡς` と完了中道分詞 `ἀντιπεποιημένος` の組み合わせで、主語(アンティオコス)の主観的主張(「〜であるとして」)を表す。`ἀντιποιέομαι`(権利を主張する)の支配格として、`καθηκόντων αὐτῷ τινων`(彼に属するいくつかのもの)が属格になっている。
  3. §5.67.8ἐπιέζει — 直説法現在形であり、当時の交渉におけるアンティオコスの主張の強固さ、あるいは歴史的な合意が今なお持つ説得力を生き生きと表現するために歴史的現在として用いられている。
  4. §5.67.10ἐφʼ ᾧ — 「〜という条件で」という制限を表す `ἐφʼ ᾧ` に不定詞句が続く構文。ここでは `περιθεῖναι` と `κατακτήσασθαι` の二つの不定詞を導き、かつての軍事同盟の条件(一方がアジアの支配権を得、他方がシリアとポイニキアを得る)を規定している。

この箇所を引用する

ポリュビオス, 歴史 §5.67.1-5.67.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.67.1-5.67.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。