§5.65.1δυνον.
(危機に立ち向かうように仕向けた。
εἶχον δὲ καὶ τὰς ἡγεμονίας ἕκαστοι τῶν προειρημένων ἀνδρῶν οἰκείας ταῖς ἰδίαις ἐμπειρίαις.
)また、前述の男たちはそれぞれ、自身の経験に適した指揮権を保持していた。
§5.65.2Εὐρύλοχος μὲν γὰρ ὁ Μάγνης ἡγεῖτο σχεδὸν ἀνδρῶν τρισχιλίων τοῦ καλουμένου παρὰ τοῖς βασιλεῦσιν ἀγήματος, Σωκράτης δʼ ὁ Βοιώτιος πελταστὰς ὑφʼ αὑτὸν εἶχε δισχιλίους.
というのも、マグネシア人のエウリュロコスは、王たちの間でアゲーマと呼ばれる約三千人の部隊を率いており、ボイオティア人のソクラテスは二千人の軽装歩兵をその配下に置いていたからである。
§5.65.3ὁ δʼ Ἀχαιὸς Φοξίδας καὶ Πτολεμαῖος ὁ Θρασέου, σὺν δὲ τούτοις Ἀνδρόμαχος [ὁ] Ἀσπένδιος, συνεγύμναζον μὲν ἐπὶ ταὐτὸ τὴν φάλαγγα καὶ τοὺς μισθοφόρους Ἕλληνας,
アカイア人のポクシダスとトラセアスの息子プトレマイオス、そしてこれらに加えてアスペンドス人のアンドロマコスは、ファランクスとギリシア人傭兵を共同で訓練した。
§5.65.4ἡγοῦντο δὲ τῆς μὲν φάλαγγος Ἀνδρόμαχος καὶ Πτολεμαῖος, τῶν δὲ μισθοφόρων Φοξίδας, οὔσης τῆς μὲν φάλαγγος εἰς δισμυρίους καὶ πεντακισχιλίους, τῶν δὲ μισθοφόρων εἰς ὀκτακισχιλίους.
そして、ファランクスはアンドロマコスとプトレマイオスが率い、傭兵はポクシダスが率いた。 なお、ファランクスは約二万五千人、傭兵は約八千人であった。
§5.65.5τοὺς δʼ ἱππεῖς τοὺς μὲν περὶ τὴν αὐλήν, ὄντας εἰς ἑπτακοσίους, Πολυκράτης παρεσκεύαζε καὶ τοὺς ἀπὸ Λιβύης, ἔτι δὲ καὶ τοὺς ἐγχωρίους· καὶ τούτων αὐτὸς ἡγεῖτο πάντων, περὶ τρισχιλίους ὄντων τὸν ἀριθμόν.
騎兵については、宮廷に仕える約七百人の騎兵、リビアからの騎兵、さらに現地の騎兵をポリュクラテスが訓練し、彼自身がこれらすべて(合計で約三千人)を率いた。
§5.65.6τούς γε μὴν ἀπὸ τῆς Ἑλλάδος καὶ πᾶν τὸ τῶν μισθοφόρων ἱππέων πλῆθος Ἐχεκράτης ὁ Θετταλὸς διαφερόντως ἀσκήσας, ὄντας εἰς δισχιλίους, μεγίστην ἐπʼ αὐτοῦ τοῦ κινδύνου παρέσχετο χρείαν.
一方、ギリシアからの騎兵および傭兵騎兵の全軍(約二千人)は、テッサリア人のエケクラテスが極めて優秀に訓練を施し、危機の現場そのものにおいて最大の貢献を果たした。
§5.65.7οὐδενὸς δʼ ἧττον ἔσπευδε περὶ τοὺς ὑφʼ αὑτὸν ταττομένους Κνωπίας Ἀλλαριώτης, ἔχων τοὺς μὲν πάντας Κρῆτας εἰς τρισχιλίους, αὐτῶν δὲ τούτων χιλίους Νεόκρητας, ἐφʼ ὧν ἐτετάχει Φίλωνα τὸν Κνώσιον.
アッラリア人のクノピアスもまた、配下に配置された兵士たちに対して誰よりも熱心であり、全体で約三千人のクレタ人を擁していた。 そのうち一千人は「新クレタ人」であり、その指揮にはクノッソス人のピロンを据えていた。
§5.65.8καθώπλισαν δὲ καὶ Λίβυας τρισχιλίους εἰς τὸν Μακεδονικὸν τρόπον, ἐφʼ ὧν ἦν Ἀμμώνιος ὁ Βαρκαῖος.
彼らはまた、三千人のリビア人をマケドニア風に武装させ、その指揮官にはバルカ人のアンモニオスが当たった。
§5.65.9τὸ δὲ τῶν Αἰγυπτίων πλῆθος ἦν μὲν εἰς δισμυρίους φαλαγγίτας, ὑπετάττετο δὲ Σωσιβίῳ.
エジプト人の軍勢は約二万人のファランクス歩兵からなり、ソシビオスの管轄下に置かれた。
§5.65.10συνήχθη δὲ καὶ Θρᾳκῶν καὶ Γαλατῶν πλῆθος, ἐκ μὲν τῶν κατοίκων καὶ τῶν ἐπιγόνων εἰς τετρακισχιλίους, οἱ δὲ προσφάτως ἐπισυναχθέντες ἦσαν εἰς δισχιλίους, ὧν ἡγεῖτο Διονύσιος ὁ Θρᾷξ.
さらに、トラキア人とガラティア人の軍勢も集められ、居留兵やその子孫からなる者が約四千人、新たに召集された者が約二千人であり、これらをトラキア人のディオニュシオスが率いた。
§5.65.11ἡ μὲν οὖν Πτολεμαίῳ παρασκευαζομένη δύναμις τῷ τε πλήθει καὶ ταῖς διαφοραῖς τοσαύτη καὶ
このように、プトレマイオスのために準備された軍隊は、その規模においても、また構成の多様さにおいても、これほどのものであり、