§5.65.1δυνον.
(危险。
εἶχον δὲ καὶ τὰς ἡγεμονίας ἕκαστοι τῶν προειρημένων ἀνδρῶν οἰκείας ταῖς ἰδίαις ἐμπειρίαις.
)前述的每个人也都拥有适合于他们自己经验的指挥权。
§5.65.2Εὐρύλοχος μὲν γὰρ ὁ Μάγνης ἡγεῖτο σχεδὸν ἀνδρῶν τρισχιλίων τοῦ καλουμένου παρὰ τοῖς βασιλεῦσιν ἀγήματος, Σωκράτης δʼ ὁ Βοιώτιος πελταστὰς ὑφʼ αὑτὸν εἶχε δισχιλίους.
因为马格内西亚人欧律洛科斯指挥着大约三千人、被国王们称为“卫队”的部队,而波奥蒂亚人索克拉特斯麾下则有二千名轻盾兵。
§5.65.3ὁ δʼ Ἀχαιὸς Φοξίδας καὶ Πτολεμαῖος ὁ Θρασέου, σὺν δὲ τούτοις Ἀνδρόμαχος [ὁ] Ἀσπένδιος, συνεγύμναζον μὲν ἐπὶ ταὐτὸ τὴν φάλαγγα καὶ τοὺς μισθοφόρους Ἕλληνας, §5.65.4ἡγοῦντο δὲ τῆς μὲν φάλαγγος Ἀνδρόμαχος καὶ Πτολεμαῖος, τῶν δὲ μισθοφόρων Φοξίδας, οὔσης τῆς μὲν φάλαγγος εἰς δισμυρίους καὶ πεντακισχιλίους, τῶν δὲ μισθοφόρων εἰς ὀκτακισχιλίους.
阿凯亚人福克西达斯和色拉塞亚斯之子普托勒迈伊斯,以及阿斯朋多斯人安德罗马科斯,共同训练方阵和希腊雇佣兵,并由安德罗马科斯和普托勒迈伊斯指挥方阵,福克西达斯指挥雇佣兵;其中方阵人数达二万五千左右,雇佣兵则达八千左右。
§5.65.5τοὺς δʼ ἱππεῖς τοὺς μὲν περὶ τὴν αὐλήν, ὄντας εἰς ἑπτακοσίους, Πολυκράτης παρεσκεύαζε καὶ τοὺς ἀπὸ Λιβύης, ἔτι δὲ καὶ τοὺς ἐγχωρίους· καὶ τούτων αὐτὸς ἡγεῖτο πάντων, περὶ τρισχιλίους ὄντων τὸν ἀριθμόν.
至于骑兵,波吕克拉特斯负责训练宫廷禁卫骑兵(约七百人)、来自利比亚的骑兵以及当地的骑兵;他亲自指挥所有这些骑兵,总数大约有三千人。
§5.65.6τούς γε μὴν ἀπὸ τῆς Ἑλλάδος καὶ πᾶν τὸ τῶν μισθοφόρων ἱππέων πλῆθος Ἐχεκράτης ὁ Θετταλὸς διαφερόντως ἀσκήσας, ὄντας εἰς δισχιλίους, μεγίστην ἐπʼ αὐτοῦ τοῦ κινδύνου παρέσχετο χρείαν.
此外,色萨利人埃克克拉特斯极其出色地训练了来自希腊的骑兵以及全体雇佣骑兵(约有二千人),并在实际的危险关头发挥了极大的作用。
§5.65.7οὐδενὸς δʼ ἧττον ἔσπευδε περὶ τοὺς ὑφʼ αὑτὸν ταττομένους Κνωπίας Ἀλλαριώτης, ἔχων τοὺς μὲν πάντας Κρῆτας εἰς τρισχιλίους, αὐτῶν δὲ τούτων χιλίους Νεόκρητας, ἐφʼ ὧν ἐτετάχει Φίλωνα τὸν Κνώσιον.
阿拉利亚人克诺皮亚斯对他麾下安置的士兵也同样热心,他总共拥有大约三千名克里特兵,其中一千名是“新克里特兵”,他已任命克诺索斯人菲隆担任这些士兵的指挥官。
§5.65.8καθώπλισαν δὲ καὶ Λίβυας τρισχιλίους εἰς τὸν Μακεδονικὸν τρόπον, ἐφʼ ὧν ἦν Ἀμμώνιος ὁ Βαρκαῖος.
他们还把三千名利比亚人武装成马其顿式的步兵,由巴尔卡人阿摩尼乌斯担任他们的指挥官。
§5.65.9τὸ δὲ τῶν Αἰγυπτίων πλῆθος ἦν μὲν εἰς δισμυρίους φαλαγγίτας, ὑπετάττετο δὲ Σωσιβίῳ.
埃及人的军队由大约二万名方阵兵组成,归索西比乌斯管辖。
§5.65.10συνήχθη δὲ καὶ Θρᾳκῶν καὶ Γαλατῶν πλῆθος, ἐκ μὲν τῶν κατοίκων καὶ τῶν ἐπιγόνων εἰς τετρακισχιλίους, οἱ δὲ προσφάτως ἐπισυναχθέντες ἦσαν εἰς δισχιλίους, ὧν ἡγεῖτο Διονύσιος ὁ Θρᾷξ.
另外还聚集了一支色雷斯人和加拉太人的军队,其中来自定居者及其后裔的有四千人左右,而新近募集的人数约为二千,由色雷斯人狄奥尼修斯指挥。
§5.65.11ἡ μὲν οὖν Πτολεμαίῳ παρασκευαζομένη δύναμις τῷ τε πλήθει καὶ ταῖς διαφοραῖς τοσαύτη καὶ
因此,为普托勒迈伊斯准备的军队,在人数和多样性上达到了如此规模,并且