§5.64.1πρῶτον μὲν γὰρ κατὰ γένη καὶ καθʼ ἡλικίαν διελόντες ἀνέδοσαν ἑκάστοις τοὺς ἐπιτηδείους καθοπλισμούς, ὀλιγωρήσαντες τῶν πρότερον αὐτοῖς ὑπαρχόντων·
まず第一に彼らは、兵士たちを種族と年齢によって分類し、以前に彼らが所有していた武具を顧みることなく、それぞれに適切な兵装を分配した。
§5.64.2μετὰ δὲ ταῦτα συνέταξαν οἰκείως πρὸς τὴν παροῦσαν χρείαν, λύσαντες τὰ συστήματα καὶ τὰς ἐκ τῶν πρότερον ὀψωνιασμῶν καταγραφάς·
その後、以前の給与に基づく部隊編成や登録名簿を解消した上で、現在の必要に適した方法で再編成した。
§5.64.3ἑξῆς δὲ τούτοις ἐγύμναζον, συνήθεις ἑκάστους ποιοῦντες οὐ μόνον τοῖς παραγγέλμασιν, ἀλλὰ καὶ ταῖς οἰκείαις τῶν καθοπλισμῶν κινήσεσιν.
これに続いて彼らは訓練を施し、各自を号令だけでなく、それぞれの兵装特有の動きにも習熟させた。
§5.64.4ἐποιοῦντο δὲ καὶ συναγωγὰς ἐπὶ τῶν ὅπλων καὶ παρακλήσεις, ἐν αἷς μεγίστην παρείχοντο χρείαν Ἀνδρόμαχος Ἀσπένδιος καὶ Πολυκράτης Ἀργεῖος,
また、武装した状態での集会や激励も行われ、その中でアスペンドス人のアンドロマコスとアルゴス人のポリュクラテスが極めて大きな貢献をした。
§5.64.5προσφάτως μὲν ἐκ τῆς Ἑλλάδος διαβεβηκότες, συνήθεις δʼ ἀκμὴν ὄντες ταῖς Ἑλληνικαῖς ὁρμαῖς καὶ ταῖς ἑκάστων ἐπινοίαις, πρὸς δὲ τούτοις ἐπιφανεῖς ὑπάρχοντες ταῖς τε πατρίσι καὶ τοῖς βίοις,
彼らはギリシアから渡ってきたばかりであったが、ギリシア人の意気込みやそれぞれの創意工夫に今なお精通しており、その上、自らの祖国や経歴においても際立っていた。
§5.64.6Πολυκράτης δὲ καὶ μᾶλλον διά τε τὴν τῆς οἰκίας ἀρχαιότητα καὶ διὰ τὴν Μνασιάδου τοῦ πατρὸς δόξαν ἐκ τῆς ἀθλήσεως.
特にポリュクラテスは、その家柄の古さと、アスリート競技による父ムナシアデスの名声のために、なおさら際立っていた。
§5.64.7οἳ καὶ κατʼ ἰδίαν καὶ κοινῇ παρακαλοῦντες ὁρμὴν καὶ προθυμίαν ἐνειργάσαντο τοῖς ἀνθρώποις πρὸς τὸν μέλλοντα κίν
彼らは個別にもまた共同でも激励を行い、来たるべき危機に対する情熱と熱意を人々の中に植え付けた。