Humanitext Reader

ポリュビオス · 歴史 §5.53.1-5.53.11

決戦を控えたアンティオコスとモロンの陣形配置

417 / 1311 箇所 · ギリシア語

要旨

アンティオコス3世が自軍を左右に整列させ、戦象を前方に、予備兵を両翼に配置して戦闘態勢を整える。一方のモロンも夜間の混乱を引きずりつつ、騎兵、重装歩兵、戦車を配置してこれに応じる。

§5.53.1γεγενημένην ἐν αὐτοῖς ταραχήν·
[彼らの間に]生じた混乱を[鎮めた]。
ὁ δὲ βασιλεὺς ἕτοιμος ὢν πρὸς τὸν κίνδυνον ἅμα τῷ φωτὶ τὴν δύναμιν ἐκίνει πᾶσαν ἐκ τοῦ χάρακος.
一方、王は戦闘への準備が整っていたため、夜明けとともに全軍を陣地から動かした。
§5.53.2ἐπὶ μὲν οὖν τοῦ δεξιοῦ κέρως ἔταξε πρώτους τοὺς ξυστοφόρους ἱππεῖς, ἐπιστήσας Ἄρδυν, κεκριμένον ἄνδρα περὶ τὰς πολεμικὰς πράξεις·
そしてまず右翼には槍騎兵たちを配置し、軍事において定評のある男であるアルデュスをその指揮官に据えた。
§5.53.3τούτοις δὲ παρέθηκε τοὺς συμμαχικοὺς Κρῆτας, ὧν εἴχοντο Γαλάται Ῥιγόσαγες·
彼らの傍らには同盟軍のクレタ人たちを配し、これにリゴサゲス族のガラティア人たちが続いた。
παρὰ δὲ τούτους ἔθηκε τοὺς ἀπὸ τῆς Ἑλλάδος ξένους καὶ μισθοφόρους, οἷς ἑπόμενον παρενέβαλε τὸ τῆς φάλαγγος σύστημα.
さらにその横にはギリシアからの外国人傭兵たちを配し、これらに続く形でファランクスの部隊を整列させた。
§5.53.4τὸ δʼ εὐώνυμον κέρας ἀπέδωκε τοῖς Ἑταίροις προσαγορευομένοις, οὖσιν ἱππεῦσι.
また、左翼は「ヘタイροι(友同盟)」と呼ばれる騎兵たちに割り当てた。
τὰ δὲ θηρία πρὸ τῆς δυνάμεως ἐν διαστήμασι κατέστησε, δέκα τὸν ἀριθμὸν ὄντα.
そして戦象(獣たち)を、その数は10頭であったが、軍勢の前面に一定の間隔を置いて配置した。
§5.53.5τὰ δʼ ἐπιτάγματα τῶν πεζῶν καὶ τῶν ἱππέων ἐπὶ τὰ κέρατα μερίσας κυκλοῦν παρήγγειλε τοὺς πολεμίους, ἐπειδὰν συμβάλωσι.
歩兵と騎兵の後備部隊を両翼に分配すると、交戦が始まったら敵を包囲するよう指示した。
§5.53.6μετὰ δὲ ταῦτα παρεκάλει τὰς δυνάμεις ἐπιπορευόμενος διὰ βραχέων τὰ πρέποντα τοῖς καιροῖς. καὶ τὸ μὲν εὐώνυμον κέρας Ἑρμείᾳ καὶ Ζεύξιδι παρέδωκε, τὸ δὲ δεξιὸν αὐτὸς εἶχε.
この後、彼は軍勢の間を巡りながら、状況にふさわしい言葉で簡潔に彼らを鼓舞した。 そして左翼をヘルメイアスとゼウクシスに委ね、右翼は自ら率いた。
Μόλων δὲ δύσχρηστον μὲν ἐποιήσατο τὴν ἐξαγωγήν, §5.53.7ταραχώδη δὲ καὶ τὴν ἔκταξιν διὰ τὴν ἐν τῇ νυκτὶ προγεγενημένην ἀλογίαν·
一方、モロンは自軍の出撃を手際悪く行い、夜間に生じたパニックのせいで、布陣も混乱したものとなった。
§5.53.8οὐ μὴν ἀλλὰ τοὺς μὲν ἱππεῖς ἐφʼ ἑκάτερον ἐμερίσατο κέρας, στοχαζόμενος τῆς τῶν ὑπεναντίων παρατάξεως, τοὺς δὲ θυρεαφόρους καὶ Γαλάτας καὶ καθόλου τὰ βαρέα τῶν ὅπλων εἰς τὸν μεταξὺ τόπον ἔθηκε τῶν ἱππέων.
それでも、彼は敵の布陣を推し量って騎兵を両翼に分配し、長盾歩兵とガラティア人、そして総じて重装歩兵を、騎兵の間の場所に配置した。
§5.53.9ἔτι δὲ τοὺς τοξότας καὶ σφενδονήτας καὶ συλλήβδην τὸ τοιοῦτο γένος ἐκτὸς τῶν ἱππέων παρʼ ἑκάτερα παρενέβαλε, §5.53.10τὰ δὲ δρεπανηφόρα τῶν ἁρμάτων προεβάλετο τῆς δυνάμεως ἐν διαστάσει.
さらに、弓兵や投石兵、そして要するにそのような兵種を、騎兵の外側の両脇に整列させ、鎌付き戦車を、間隔を置いて軍勢の前に展開した。
§5.53.11καὶ τὸ μὲν εὐώνυμον κέρας Νεολάῳ παρέδωκε τἀδελφῷ, τὸ δὲ
そして、左翼を兄弟のネオラオスに委ね、[右翼]は……

語釈・文法注

  1. §5.53.1γεγενημένην ἐν αὐτοῖς ταραχήν — 前章(5.52.14)末尾の他動詞 κατεπράϋνε(鎮めた)の直接目的語である τὴν ταραχήν が、文をまたいで本章の冒頭に置かれている。γεγενημένην はこの ταραχήν を修飾する完了分詞である。
  2. §5.53.3ὧν εἴχοντο — 動詞 ἔχομαι(属格を伴う中道態)は「〜に固執する」「〜に接する」「〜のすぐ後ろに続く」という意味。ここでは先行詞 ὧν(= Κρῆτας)に対して「クレタ人たちに続いて位置した」ことを表す。
  3. §5.53.5τὰ δʼ ἐπιτάγματα — 「後備部隊」「予備兵力」を指す軍事専門用語。対格で、分詞 μερίσας(分配して)の直接目的語。
  4. §5.53.7ταραχώδη δὲ καὶ τὴν ἔκταξιν — 前節の Μόλων δὲ δύσχρηστον μὲν ἐποιήσατο τὴν ἐξαγωγήν に対比される構文。ἐποιήσατο(〜を…にした)が省略されており、τὴν ἔκταξιν(整列を)が目的語、ταραχώδη(混乱した状態に)が述語的形容詞である。
  5. §5.53.11τὸ δὲ — 文が途中で途切れており、対比される右翼(τὸ δὲ [δεξιὸν...])への言及が次のチャンクへと続く。

この箇所を引用する

ポリュビオス, 歴史 §5.53.1-5.53.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.53.1-5.53.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。