Humanitext Reader

ポリュビオス · 歴史 §5.52.1-5.52.14

アンティオコスの渡河進撃とモロンの夜襲失敗

416 / 1311 箇所 · ギリシア語

要旨

アンティオコス王の軍勢はチグリス川を渡り、モロンの軍を追って前進する。モロンは王の軍勢の背後を襲うべく夜襲を企てるが、兵の脱走によって断念し、退却の混乱が自陣に騒乱を引き起こす。

§5.52.1πρὸς τὰς τοῦ βασιλέως ἐλπίδας.
――王の期待に沿って[速やかに寝返るであろう、ということであった]。
κριθείσης δὲ τῆς τοῦ Ζεύξιδος γνώμης, παραυτίκα διελόντες τὴν δύναμιν εἰς τρία μέρη κατὰ τριττοὺς τόπους τοῦ ποταμοῦ διεπεραίουν τὸ πλῆθος καὶ τὰς ἀποσκευάς.
ゼウクシスの意見が決議されると、彼らは直ちに軍勢を三つに分割し、川の三つの異なる場所から、兵員と荷物を渡らせた。
§5.52.2μετὰ δὲ ταῦτα ποιησάμενοι τὴν πορείαν ὡς ἐπὶ Δούρων ταύτης μὲν τῆς πόλεως ἔλυσαν ἐξ ἐφόδου τὴν πολιορκίαν — ἐτύγχανε γὰρ ὑπό τινος τῶν τοῦ Μόλωνος ἡγεμόνων πολιορκουμένη —
この後、彼らはドゥラへと向かって行軍し、この都市の包囲を不意の急襲によって解いた。 ――というのは、その都市はたまたまモロンの将軍たちの一人によって包囲されていたからである。
§5.52.3χρησάμενοι δὲ κατὰ τὸ συνεχὲς ἐντεῦθεν ταῖς ἀναζυγαῖς ὀγδοαῖοι τὸ καλούμενον Ὀρεικὸν ὑπερέβαλον καὶ κατῆραν εἰς Ἀπολλωνίαν.
―― そこから続けて行軍を再開し、八日目に「オレイコン」と呼ばれる山を越えてアポロニアに到着した。
§5.52.4Μόλων δὲ κατὰ τοὺς αὐτοὺς καιροὺς πυθόμενος τὴν τοῦ βασιλέως παρουσίαν, καὶ διαπιστῶν τοῖς περὶ τὴν Σουσιανὴν καὶ Βαβυλωνίαν ὄχλοις διὰ τὸ προσφάτως καὶ παραδόξως αὐτῶν ἐγκρατὴς γεγονέναι, φοβούμενος δὲ καὶ τῆς εἰς Μηδίαν ἐπανόδου μὴ διακλεισθῇ, διέγνω ζευγνύειν τὸν Τίγριν καὶ διαβιβάζειν τὰς δυνάμεις,
一方モロンは、同時期に王の到来を知り、またスシアナおよびバビロニア周辺の民衆を、最近になって不意に手に入れたばかりであったために信用できず、さらにメディアへの退路を遮断されることも恐れて、チグリス川に橋を架けて自軍を渡らせることを決意した。
§5.52.5σπεύδων, εἰ δύναιτο, προκαταλαβέσθαι τὴν τραχεῖαν τῆς Ἀπολλωνιάτιδος διὰ τὸ πιστεύειν τῷ πλήθει τῶν σφενδονητῶν τῶν προσαγορευομένων Κυρτίων.
彼は、可能であれば、アポロニアティス地方の変に険しい地域を先占しようと急いだ。 それは、キュルティオイと呼ばれる投石兵の多さを信頼していたからである。
§5.52.6πράξας δὲ τὸ κριθὲν ταχεῖαν ἐποιεῖτο καὶ σύντονον τὴν πορείαν.
彼は決意を実行に移すと、迅速かつ強行な行軍を行った。
§5.52.7ἅμα δὲ τοῦ τε Μόλωνος συνάπτοντος τοῖς προειρημένοις τόποις καὶ τοῦ βασιλέως ἐκ τῆς Ἀπολλωνίας ὁρμήσαντος μετὰ πάσης δυνάμεως, συνέβη τοὺς ὑπʼ ἀμφοτέρων προαποσταλέντας εὐζώνους ἅμα συμπεσεῖν ἐπί τινας ὑπερβολάς·
モロンが前述の地方に近づき、同時に王がアポロニアから全軍を率いて出発したとき、双方から先遣されていた軽装兵たちが、ある峠で同時に鉢合わせするということが起こった。
§5.52.8οἳ τὸ μὲν πρῶτον συνεπλέκοντο καὶ κατεπείραζον ἀλλήλων, ἐν δὲ τῷ συνάψαι τὰς παρʼ ἀμφοῖν δυνάμεις ἀπέστησαν.
彼らは最初、交戦して互いの力量を試していたが、双方の主力軍が近づくに及んで戦闘を中止した。
καὶ τότε μὲν ἀναχωρήσαντες εἰς τὰς ἰδίας παρεμβολὰς ἐστρατοπέδευσαν τετταράκοντα σταδίους ἀπʼ ἀλλήλων διεστῶτες·
そしてその時は、それぞれ自陣へと退却し、互いに四十スタディオン離れて陣を敷いた。
§5.52.9τῆς δὲ νυκτὸς ἐπιγενομένης συλλογισάμενος ὁ Μόλων ὡς ἐπισφαλὴς γίνεται καὶ δύσχρηστος τοῖς ἀποστάταις πρὸς τοὺς βασιλεῖς ὁ μεθʼ ἡμέραν καὶ κατὰ πρόσωπον κίνδυνος, ἐπεβάλετο νυκτὸς ἐγχειρεῖν τοῖς περὶ τὸν Ἀντίοχον.
夜が訪れると、モロンは、王に対する昼間の正面切った戦闘が反逆者にとっていかに危険で不利なものであるかを考慮し、夜間にアンティオコスの陣営に攻撃を仕掛けることを試みた。
§5.52.10ἐπιλέξας δὲ τοὺς ἐπιτηδειοτάτους καὶ τοὺς ἀκμαιοτάτους ἐκ παντὸς τοῦ στρατοπέδου περιῄει κατά τινας τόπους, θέλων ἐξ ὑπερδεξίου ποιήσασθαι τὴν ἐπίθεσιν.
彼は全軍から最も有能で強壮な者たちを選び抜き、高地から攻撃を仕掛けようと考えて、いくつかの場所を迂回して進んだ。
§5.52.11γνοὺς δὲ κατὰ τὴν πορείαν δέκα νεανίσκους ἁθρόους ἀποκεχωρηκότας πρὸς τὸν Ἀντίοχον, ταύτης μὲν τῆς ἐπινοίας ἀπέστη, §5.52.12ταχὺ δʼ ἐκ μεταβολῆς ποιησάμενος τὴν ἀποχώρησιν καὶ παραγενόμενος εἰς τὸν ἑαυτοῦ χάρακα περὶ τὴν ἑωθινήν, πᾶν τὸ στρατόπεδον ἐνέπλησε θορύβου καὶ ταραχῆς·
しかし行軍の途中で、十人の若者が集団でアンティオコスの側へ逃亡したことを知ると、彼はこの企てを断念し、素早く反転して退却し、夜明け頃に自らの陣地に到着すると、全陣営を騒音と混乱で満たした。
§5.52.13δείσαντες γὰρ ἐκ τῶν ὕπνων οἱ κατὰ τὸν χάρακα διὰ τὴν τῶν προσιόντων ἔφοδον μικροῦ δεῖν ἐξέπεσον ἐκ τῆς παρεμβολῆς. §5.52.14Μόλων μὲν οὖν, καθʼ ὅσον ἐδύνατο, κατεπράϋνε τὴν
というのも、陣営にいた者たちは、近づいてくる者たちの急進によって眠りから驚き覚め、危うく陣地から逃げ出しそうになったからである。 そこでモロンは、できる限り、その[混乱]を鎮めたが、

語釈・文法注

  1. §5.52.1πρὸς τὰς τοῦ βασιλέως ἐλπίδας — 前の段落(§5.51.11)の最後にある不定詞 μεταβαλέσθαι(寝返ること)を修飾する前置詞句。このチャンクの冒頭に配置されているため、文脈上のつながりを補って解釈する必要がある。
  2. §5.52.3ὀγδοαῖοι — 主格・複数の形容詞が、文の主語(彼ら)に一致しつつ、時間を示す副詞として機能している(「8日目に」)。
  3. §5.52.4μὴ διακλεισθῇ — 懸念を示す分詞 φοβούμενος(恐れて)に導かれる μὴ 節。接続法受動態の動詞が用いられ、否定的な危惧(「遮断されるのではないかと」)を表す。
  4. §5.52.13μικροῦ δεῖν — 「ほとんど〜しそうになる」「危うく〜するところだった」を意味する慣用表現。ここでは直後の動詞 ἐξέπεσον(逃げ出した)を修飾している。

この箇所を引用する

ポリュビオス, 歴史 §5.52.1-5.52.14. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.52.1-5.52.14

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。