Humanitext Reader

ポリュビオス · 歴史 §5.54.1-5.54.13

モロンの敗北と自害および戦後処理

418 / 1311 箇所 · ギリシア語

要旨

モロンの左翼が王に寝返ったことで反乱軍は壊滅し、モロンとその仲間は自殺する。王は戦後処理を行い、ヘルメイアスの過酷な報復を制止して秩序を回復する。

§5.54.1δεξιὸν αὐτὸς εἶχε.
[右翼]は自ら率いた。
μετὰ δὲ ταῦτα ποιησαμένων τῶν δυνάμεων τὴν ἐπαγωγήν, τὸ μὲν δεξιὸν κέρας τοῦ Μόλωνος διετήρησε τὴν πίστιν καὶ συνέβαλε τοῖς περὶ τὸν Ζεῦξιν ἐρρωμένως, τὸ δʼ εὐώνυμον ἅμα τῷ συνιὸν εἰς ὄψιν ἐλθεῖν τῷ βασιλεῖ μετεβάλετο πρὸς τοὺς πολεμίους·
この後、両軍が突撃を開始すると、モロンの右翼は忠義を保ってゼウクシスらの部隊と力強く交戦したが、左翼は前進して王の姿が目に入るやいなや、敵の側へと寝返った。
§5.54.2οὗ γενομένου συνέβη τοὺς μὲν περὶ τὸν Μόλωνα διατραπῆναι, τοὺς δὲ τοῦ βασιλέως ἐπιρρωσθῆναι διπλασίως.
これが起こると、モロンの側の者たちは気をくじかれ、一方で王の側の者たちは勇気が倍増することとなった。
§5.54.3ὁ δὲ Μόλων συννοήσας τὸ γεγονὸς καὶ πανταχόθεν ἤδη κυκλούμενος, λαβὼν πρὸ ὀφθαλμῶν τὰς ἐσομένας περὶ αὑτὸν αἰκίας, ἐὰν ὑποχείριος γένηται καὶ ζωγρίᾳ ληφθῇ, προσήνεγκε τὰς χεῖρας ἑαυτῷ.
モロンは起きた事態を悟り、すでに四方から包囲されていたため、もし敵の手中に落ちて生け捕りにされた場合に自らに及ぶであろう恥辱を思い描き、自ら命を絶った。
§5.54.4παραπλησίως δὲ καὶ πάντες οἱ κοινωνήσαντες τῆς ἐπιβολῆς, φυγόντες εἰς τοὺς οἰκείους ἕκαστοι τόπους, τὴν αὐτὴν ἐποιήσαντο τοῦ βίου καταστροφήν.
同様に、この企てに加わった者たちも皆、それぞれ自分の土地へと逃れたのち、同じように生涯の幕を閉じた。
§5.54.5ὁ δὲ Νεόλαος, ἀποφυγὼν ἐκ τῆς μάχης καὶ παραγενόμενος εἰς τὴν Περσίδα πρὸς Ἀλέξανδρον τὸν τοῦ Μόλωνος ἀδελφόν, τὴν μὲν μητέρα καὶ τὰ τοῦ Μόλωνος τέκνα κατέσφαξε, μετὰ δὲ τὸν τούτων θάνατον ἐπικατέσφαξεν αὑτόν, πείσας τὸ παραπλήσιον ποιῆσαι καὶ τὸν Ἀλέξανδρον.
ネオラオスは戦闘から逃れてペルシスに至り、モロンの兄弟であるアレクサンドロスのところに行くと、母とモロンの子供たちを虐殺し、彼らの死の後、アレクサンドロスにも同様のことをするよう説得して、自らも命を絶った。
§5.54.6ὁ δὲ βασιλεὺς διαρπάσας τὴν παρεμβολὴν τῶν πολεμίων, τὸ μὲν σῶμα τοῦ Μόλωνος ἀνασταυρῶσαι προσέταξε κατὰ τὸν ἐπιφανέστατον τόπον τῆς Μηδίας.
王は敵の陣営を略奪したのち、モロンの遺体をメディアの最も目立つ場所に晒すよう命じた。
§5.54.7ὃ καὶ παραχρῆμα συνετέλεσαν οἱ πρὸς τούτοις τεταγμένοι·
この任務を課された者たちは直ちにこれを実行した。
διακομίσαντες γὰρ εἰς τὴν Καλλωνῖτιν πρὸς αὐταῖς ἀνεσταύρωσαν ταῖς εἰς τὸν Ζάγρον ἀναβολαῖς·
というのも、彼らは遺体をカッロニティスへ運び、ザグロス山脈への登り口のまさにその場所に晒したからである。
§5.54.8μετὰ ταῦτα δὲ ταῖς δυνάμεσιν ἐπιτιμήσας διὰ πλειόνων καὶ δοὺς δεξιὰν συνέστησε τοὺς ἀποκομιοῦντας αὐτοὺς εἰς Μηδίαν καὶ καταστησομένους τὰ κατὰ τὴν χώραν.
この後、[王は]軍勢を詳しく諭し、右手を差し出して、彼らをメディアへと連れ戻して現地の秩序を回復させるための指揮官たちを任命した。
§5.54.9αὐτὸς δὲ καταβὰς εἰς Σελεύκειαν καθίστατο τὰ κατὰ τὰς πέριξ σατραπείας, ἡμέρως χρώμενος πᾶσι καὶ νουνεχῶς.
彼自身はセレウケイアへと下り、周辺のサトラペイアの諸事を整え、すべての人に対して穏やかかつ賢明に振る舞った。
§5.54.10Ἑρμείας δὲ τηρῶν τὴν αὑτοῦ προαίρεσιν ἐπέφερε μὲν αἰτίας τοῖς ἐν τῇ Σελευκείᾳ καὶ χιλίοις ἐζημίου ταλάντοις τὴν πόλιν, ἐφυγάδευε δὲ τοὺς καλουμένους Ἀδειγάνας, ἀκρωτηριάζων δὲ καὶ φονεύων καὶ στρεβλῶν πολλοὺς διέφθειρε τῶν Σελευκέων.
しかし、ヘルメイアスは自身の執念を曲げず、セレウケイアの人々に罪を被せてその都市に千タラントンの罰金を科し、アデイガネスと呼ばれる人々を追放し、多くのセレウケイア市民の手足を切断し、殺害し、拷問にかけて破滅させた。
§5.54.11ἃ μόλις βασιλεύς, τὰ μὲν πείθων τὸν Ἑρμείαν, ἃ δὲ καὶ κατὰ τὴν αὑτοῦ γνώμην χειρίζων, τέλος ἐπράϋνε καὶ κατέστησε τὴν πόλιν, ἑκατὸν καὶ πεντήκοντα τάλαντα μόνον ἐπιτίμιον αὐτοὺς πραξάμενος τῆς ἀγνοίας.
王は、ある時はヘルメイアスを説得し、またある時は自らの意志で物事を処理することによって、ようやくこれらの事態を沈静化させて都市を秩序づけ、彼らの無知に対する罰金としてわずか百五十タラントンを徴収するにとどめた。
§5.54.12ταῦτα δὲ διοικήσας Διογένην μὲν στρατηγὸν ἀπέλιπε Μηδίας, Ἀπολλόδωρον δὲ τῆς Σουσιανῆς·
これらの事柄を処理すると、彼はディオゲネスをメディアの将軍として残し、アポロドロスをスシアナの[将軍]として残した。
Τύχωνα δὲ τὸν ἀρχιγραμματέα τῆς δυνάμεως στρατηγὸν ἐπὶ τοὺς κατὰ τὴν Ἐρυθρὰν θάλατταν τόπους ἐξαπέστειλε.
また、軍の筆頭書記官であったテュコンを紅海沿岸地方の将軍として派遣した。
§5.54.13τὰ μὲν οὖν κατὰ τὴν Μόλωνος ἀπόστασιν καὶ τὸ διὰ ταῦτα γενόμενον κίνημα περὶ τὰς ἄνω σατραπείας τοιαύτης ἔτυχε διορθώσεως καὶ καταστάσεως.
このようにして、モロンの反乱と、それによって内陸のサトラペイアに生じた動乱は、是正され、秩序を取り戻した。

語釈・文法注

  1. §5.54.1ἅμα τῷ συνιὸν εἰς ὄψιν ἐλθεῖν τῷ βασιλεῖ — 冠詞を伴う不定詞 `τῷ ... ἐλθεῖν` が前置詞 `ἅμα` の支配下に置かれ、「〜すると同時に」という時間関係を表している。写本に伝わる現在分詞 `συνιόν`(中性主格/対格形)は、文脈上「戦闘に進み出る中で」という動名詞的あるいは状況の副詞的な役割を果たすか、あるいは左翼(`τὸ δʼ εὐώνυμον`)に一致する中性単数分詞として、不定詞の動作に伴う同時状況を表している。
  2. §5.54.8ταῖς δυνάμεσιν ἐπιτιμήσας διὰ πλειόνων — 動詞 `ἐπιτιμάω` は与格支配で「〜を叱責する、諭す」を意味し、ここでは降伏したモロンの軍勢(`ταῖς δυνάμεσιν`)を対象としている。`διὰ πλειόνων`(直訳は「より多くの言葉を通じて」)は、王が単に処罰するのではなく、詳細に、あるいは厳しく彼らの非を諭したことを示す副詞的表現である。
  3. §5.54.11ἃ μόλις βασιλεύς ... τέλος ἐπράϋνε — 関係代名詞中性複数対格の `ἃ` は、前節(§5.54.10)で描写されたヘルメイアスによる過酷な処置(罪の着せ、罰金、追放、虐殺など)全体を先行詞として受け、主節の動詞 `ἐπράϋνε`(和らげた、鎮めた)の直接目的語となっている。主語は `βασιλεύς` である。

この箇所を引用する

ポリュビオス, 歴史 §5.54.1-5.54.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.54.1-5.54.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。