§5.53.1γεγενημένην ἐν αὐτοῖς ταραχήν·
在他们之中产生的混乱。
ὁ δὲ βασιλεὺς ἕτοιμος ὢν πρὸς τὸν κίνδυνον ἅμα τῷ φωτὶ τὴν δύναμιν ἐκίνει πᾶσαν ἐκ τοῦ χάρακος.
而国王已做好了战斗准备,黎明时分便率领全军开出营垒。
§5.53.2ἐπὶ μὲν οὖν τοῦ δεξιοῦ κέρως ἔταξε πρώτους τοὺς ξυστοφόρους ἱππεῖς, ἐπιστήσας Ἄρδυν, κεκριμένον ἄνδρα περὶ τὰς πολεμικὰς πράξεις·
于是他在右翼首先部署了持枪骑兵,并任命在军事行动中屡经考验的阿耳杜斯为指挥官。
§5.53.3τούτοις δὲ παρέθηκε τοὺς συμμαχικοὺς Κρῆτας, ὧν εἴχοντο Γαλάται Ῥιγόσαγες· παρὰ δὲ τούτους ἔθηκε τοὺς ἀπὸ τῆς Ἑλλάδος ξένους καὶ μισθοφόρους, οἷς ἑπόμενον παρενέβαλε τὸ τῆς φάλαγγος σύστημα.
在他们旁边,他安置了同盟军克里特人,紧接着他们的是里戈萨格斯部落的加拉太人;在他们旁边,他安置了来自希腊的外国雇佣军,随后排开的是方阵主力。
§5.53.4τὸ δʼ εὐώνυμον κέρας ἀπέδωκε τοῖς Ἑταίροις προσαγορευομένοις, οὖσιν ἱππεῦσι.
左翼则分派给被称为“伙友”的骑兵。
τὰ δὲ θηρία πρὸ τῆς δυνάμεως ἐν διαστήμασι κατέστησε, δέκα τὸν ἀριθμὸν ὄντα.
他将十头战象间隔着布置在军队前方。
§5.53.5τὰ δʼ ἐπιτάγματα τῶν πεζῶν καὶ τῶν ἱππέων ἐπὶ τὰ κέρατα μερίσας κυκλοῦν παρήγγειλε τοὺς πολεμίους, ἐπειδὰν συμβάλωσι.
他将步兵和骑兵的预备队分配到两翼,下令一旦交战就包围敌人。
§5.53.6μετὰ δὲ ταῦτα παρεκάλει τὰς δυνάμεις ἐπιπορευόμενος διὰ βραχέων τὰ πρέποντα τοῖς καιροῖς.
此后,他巡视军队,用适合当时情况的简短言辞鼓舞士气。
καὶ τὸ μὲν εὐώνυμον κέρας Ἑρμείᾳ καὶ Ζεύξιδι παρέδωκε, τὸ δὲ δεξιὸν αὐτὸς εἶχε.
他将左翼交给了赫美亚斯和宙克西斯,自己则掌握右翼。
Μόλων δὲ δύσχρηστον μὲν ἐποιήσατο τὴν ἐξαγωγήν, §5.53.7ταραχώδη δὲ καὶ τὴν ἔκταξιν διὰ τὴν ἐν τῇ νυκτὶ προγεγενημένην ἀλογίαν· §5.53.8οὐ μὴν ἀλλὰ τοὺς μὲν ἱππεῖς ἐφʼ ἑκάτερον ἐμερίσατο κέρας, στοχαζόμενος τῆς τῶν ὑπεναντίων παρατάξεως, τοὺς δὲ θυρεαφόρους καὶ Γαλάτας καὶ καθόλου τὰ βαρέα τῶν ὅπλων εἰς τὸν μεταξὺ τόπον ἔθηκε τῶν ἱππέων.
而莫隆在带兵出击时显得十分困难,由于夜间发生的混乱,他的排兵布阵也显得杂乱无章;尽管如此,他还是估量着对手的阵势,将骑兵分配在左右两翼,并将持盾步兵、加拉太人以及总共的重装步兵安置在两翼骑兵之间的区域。
§5.53.9ἔτι δὲ τοὺς τοξότας καὶ σφενδονήτας καὶ συλλήβδην τὸ τοιοῦτο γένος ἐκτὸς τῶν ἱππέων παρʼ ἑκάτερα παρενέβαλε, §5.53.10τὰ δὲ δρεπανηφόρα τῶν ἁρμάτων προεβάλετο τῆς δυνάμεως ἐν διαστάσει.
此外,他将弓箭手、投石兵以及简而言之所有此类兵种整列在左右两翼骑兵的外侧,并将刀轮战车间隔着部署在军队的前方。
§5.53.11καὶ τὸ μὲν εὐώνυμον κέρας Νεολάῳ παρέδωκε τἀδελφῷ, τὸ δὲ
他将左翼交给了他的兄弟内奥劳斯,而[右翼]……