§5.45.1κυριεύων δὲ ταύτης τῆς χώρας, βασιλικὴν ἐχούσης περίστασιν, καὶ πάλαι μὲν φοβερὸς ἦν, ὡς πρότερον εἶπα, διὰ τὴν ὑπεροχὴν τῆς δυναστείας·
メディアを支配していたモロンは、この地が王にふさわしい規模を備えていたこともあり、私が前に述べたように、その支配権の強大さゆえに以前から恐るべき存在であった。
§5.45.2τότε δὲ καὶ τῶν τοῦ βασιλέως στρατηγῶν δοκούντων παρακεχωρηκέναι τῶν ὑπαίθρων αὐτῷ καὶ τῶν ἰδίων δυνάμεων ἐπηρμένων ταῖς ὁρμαῖς διὰ τὸ κατὰ λόγον σφίσι προχωρεῖν τὰς πρώτας ἐλπίδας, τελέως ἐδόκει φοβερὸς εἶναι καὶ ἀνυπόστατος πᾶσι τοῖς τὴν Ἀσίαν κατοικοῦσι.
そしてその時はまた、王の将軍たちが野戦の主導権を彼に明け渡したと見なされ、最初の期待が思惑通りに進んだために自分自身の軍勢が意気揚々としていたので、アジアに住むすべての人々にとって、完全に恐るべき、また抗いがたい存在であると思われるようになった。
§5.45.3διὸ τὸ μὲν πρῶτον ἐπεβάλετο διαβὰς τὸν Τίγριν πολιορκεῖν τὴν Σελεύκειαν·
それゆえ彼は、まず最初にチグリス川を渡ってセレウケイアを包囲することを企てた。
§5.45.4κωλυθείσης δὲ τῆς διαβάσεως ὑπὸ Ζεύξιδος διὰ τὸ καταλαβέσθαι τὰ ποτάμια πλοῖα, τοῦτον τὸν τρόπον ἀναχωρήσας εἰς τὴν ἐν τῇ Κτησιφῶντι λεγομένῃ στρατοπεδείαν παρεσκεύαζε ταῖς δυνάμεσι τὰ πρὸς τὴν παραχειμασίαν.
しかし、ゼウクシスが川の船を押さえたことで渡河を阻まれたため、このようにしていわゆるクテシフォンの陣営へと退却し、軍勢のために冬営の準備を整えた。
§5.45.5ὁ δὲ βασιλεὺς ἀκούσας τήν τε τοῦ Μόλωνος ἔφοδον καὶ τὴν τῶν ἰδίων στρατηγῶν ἀναχώρησιν αὐτὸς μὲν ἦν ἕτοιμος πάλιν ἐπὶ τὸν Μόλωνα στρατεύειν, ἀποστὰς τῆς ἐπὶ τὸν Πτολεμαῖον ὁρμῆς, καὶ μὴ προΐεσθαι τοὺς καιρούς·
一方、王はモロンの侵攻と自身の将軍たちの退却を聞くと、プトレマイオスに対する遠征を断念し、好機を逃すまいとして、自ら再びモロンに対して出陣する決意を固めていた。
§5.45.6Ἑρμείας δέ, τηρῶν τὴν ἐξ ἀρχῆς πρόθεσιν ἐπὶ μὲν τὸν Μόλωνα Ξενοίταν τὸν Ἀχαιὸν ἐξέπεμψε στρατηγὸν αὐτοκράτορα μετὰ δυνάμεως, φήσας δεῖν πρὸς μὲν τοὺς ἀποστάτας στρατηγοῖς πολεμεῖν, πρὸς δὲ τοὺς βασιλεῖς αὐτὸν ποιεῖσθαι τὸν βασιλέα καὶ τὰς ἐπιβολὰς καὶ τοὺς ὑπὲρ τῶν ὅλων ἀγῶνας,
しかしヘルメイアスは、当初からの計画を維持して、モロンに対してはアカイア人のクセノイタスを全権をもつ将軍として軍勢とともに派遣し、反乱者たちに対しては将軍たちが戦うべきであり、王たちに対しては王自身がその試みや国家の命運をかけた戦いを行うべきであると主張した。
§5.45.7αὐτὸς δὲ διὰ τὴν ἡλικίαν ὑποχείριον ἔχων τὸν νεανίσκον προῆγε, καὶ συνήθροιζε τὰς δυνάμεις εἰς Ἀπάμειαν· ἐντεῦθεν δʼ ἀναζεύξας ἧκε πρὸς τὴν Λαοδίκειαν.
彼自身は、若き王をその年齢ゆえに意のままに操りながら前進し、アパメイアに軍勢を集め、そこから出発してラオディケイアに到着した。
§5.45.8ἀφʼ ἧς ποιησάμενος τὴν ὁρμὴν ὁ βασιλεὺς μετὰ πάσης τῆς στρατιᾶς, καὶ διελθὼν τὴν ἔρημον, ἐνέβαλεν εἰς τὸν αὐλῶνα τὸν προσαγορευόμενον Μαρσύαν,
王は全軍とともにそこから進軍を開始し、砂漠を通過して、マルスュアスと呼ばれる渓谷に進入した。
§5.45.9ὃς κεῖται μὲν μεταξὺ τῆς κατὰ τὸν Λίβανον καὶ τὸν Ἀντιλίβανον παρωρείας, συνάγεται δʼ εἰς στενὸν ὑπὸ τῶν προειρημένων ὀρῶν.
この渓谷はリバノス山脈とアンティリバノス山脈の麓の間に位置しており、前述の山々によって狭い通路へと縮まっている。
§5.45.10συμβαίνει δὲ καὶ τοῦτον αὐτὸν τὸν τόπον, ᾗ στενώτατός ἐστι, διείργεσθαι τενάγεσι καὶ
そして、この場所自体も、最も狭くなっているところでは、沼地と