§5.4.1διὸ καὶ πρός τε τὴν συναγωγὴν τῶν συμμάχων εὐφυῶς ἐχούσης καὶ κατὰ τῆς τῶν πολεμίων καὶ πρὸ τῆς τῶν φίλων χώρας εὐκαίρως κειμένης, ἔσπευδε χειρωσάμενος ὑφʼ αὑτὸν ποιήσασθαι τὴν νῆσον.
それゆえ、この島は同盟軍を集結させるのに地勢的に適しており、敵の領土に対しても有利な位置にあり、味方の領土の前方に位置していたため、彼は島を制圧して自らの支配下に置くことを急いだ。
§5.4.2συνθεωρῶν δὲ τὰ μὲν ἄλλα πάντα μέρη τῆς πόλεως τὰ μὲν θαλάττῃ, τὰ δὲ κρημνοῖς περιεχόμενα, βραχὺν δέ τινα τόπον ἐπίπεδον αὐτῆς ὑπάρχοντα, τὸ πρὸς τὴν Ζάκυνθον ἐστραμμένον, τῇδε διενοεῖτο προσάγειν ἔργα καὶ τῇδε τὴν ὅλην συνίστασθαι πολιορκίαν.
彼は、都市の他のすべての部分が、一方は海に、他方は崖に囲まれており、ザキュントスに面したごく狭い平坦な場所だけが存在していることを見て取ると、ここから攻城具を接近させ、この場所で包囲戦の全体を展開しようと決意した。
§5.4.3ὁ μὲν οὖν βασιλεὺς περὶ ταῦτα καὶ πρὸς τούτοις ἦν. κατὰ δὲ τὸν καιρὸν τοῦτον πεντεκαίδεκα μὲν ἧκον λέμβοι παρὰ Σκερδιλαΐδου — τοὺς γὰρ πλείστους ἐκωλύθη πέμψαι διὰ τὰς γενομένας ἐπιβουλὰς καὶ ταραχὰς περὶ τοὺς κατὰ τὴν Ἰλλυρίδα πολιδυνάστας —
王がこのような事柄に従事し、熱中していたちょうどその頃、スケルディライダスから十五隻のレンボス船が到着した。 というのも、彼はイリュリア地方の小君主たちの間で生じた陰謀や混乱のために、大半の船を送ることを阻まれていたからである。
§5.4.4ἧκον δὲ καὶ παρʼ Ἠπειρωτῶν καὶ παρʼ Ἀκαρνάνων ἔτι δὲ Μεσσηνίων οἱ διαταχθέντες σύμμαχοι·
— また、エペイロス人、アカルナニア人、さらにメッセニア人からも、命令されていた同盟軍が到着した。
§5.4.5τῆς γὰρ τῶν Φιαλέων πόλεως ἐξαιρεθείσης ἀπροφασίστως τὸ λοιπὸν ἤδη μετεῖχον Μεσσήνιοι τοῦ πολέμου.
というのも、フィアレイア人の都市が奪取されて以来、メッセニア人はもはや言い訳なしに戦争に参加していたからである。
§5.4.6τῶν δὲ πρὸς τὴν πολιορκίαν ἡτοιμασμένων, διαθεὶς τὰ βέλη καὶ τοὺς πετροβόλους κατὰ τοὺς ἁρμόζοντας τόπους πρὸς τὸ κωλύειν τοὺς ἀμυνομένους, παρακαλέσας τοὺς Μακεδόνας ὁ βασιλεὺς προσῆγε τὰς μηχανὰς τοῖς τείχεσι καὶ διὰ τούτων τοῖς ὀρύγμασιν ἐνεχείρει.
包囲戦の準備が整うと、王は防御側を妨害するために矢弾や投石機を適切な場所に配置し、マケドニア兵たちを鼓舞して兵器を壁へと接近させ、これらを用いて坑道の掘削に取りかかった。
§5.4.7ταχὺ δὲ τοῦ τείχους ἐπὶ δύο πλέθρα κρεμασθέντος διὰ τὴν ἐν τοῖς ἔργοις προθυμίαν τῶν Μακεδόνων, ἐγγίσας τοῖς τείχεσιν ὁ βασιλεὺς παρῄνει τοῖς ἐν τῇ πόλει τίθεσθαι πρὸς αὑτὸν τὴν εἰρήνην.
マケドニア兵たちの作業への熱意によって、すぐに二プレトロンにわたる壁の下部が掘り進められて支柱で支えられると、王は壁に近づき、市内の人々に対して自分と和平を結ぶよう勧告した。
§5.4.8τῶν δὲ παρακουόντων, ἐμβαλὼν πῦρ τοῖς ἐρείσμασιν ὁμοῦ πᾶν τὸ διεστυλωμένον κατέβαλε τεῖχος.
しかし彼らが耳を貸さなかったので、王は支柱に火を放ち、支えられていた壁全体を一度に崩落させた。
§5.4.9οὗ γενομένου, πρώτους ἐφῆκε τοὺς πελταστὰς τοὺς ὑπὸ Λεόντιον ταττομένους, σπειρηδὸν τάξας καὶ παραγγείλας βιάζεσθαι διὰ τοῦ πτώματος.
これが起こると、彼はまずレオンティオスの指揮下にある軽装歩兵たちを送り込み、彼らを部隊ごとに整列させ、崩落した箇所を突破して力ずくで進むよう命令した。
§5.4.10οἱ δὲ περὶ τὸν Λεόντιον, τηροῦντες τὰ πρὸς τὸν Ἀπελλῆν συγκείμενα, τρὶς ἑξῆς τοὺς νεανίσκους ὑπερβάντας τὸ πτῶμα διέτρεψαν τοῦ μὴ τελεσιουργῆσαι τὴν κατάληψιν τῆς πόλεως·
しかし、レオンティオスの一派はアペレスとの密約を守り、若者たちが崩落した箇所を越えるたびに、連続して三度も彼らを妨害し、都市の占領を完遂させないようにした。
§5.4.11καὶ προδιεφθαρκότες μὲν τοὺς ἐπιφανεστάτους τῶν κατὰ μέρος ἡγεμόνων, ἐθελοκακοῦντες δὲ καὶ παρʼ ἕκαστον ἀποδειλιῶντες αὐτοί, §5.4.12τέλος ἐξέπεσον ἐκ τῆς πόλεως πολλὰς πληγὰς λαβόντες, καίπερ εὐχερῶς δυνάμενοι κρατῆσαι τῶν πολεμίων.
そして、あらかじめ各部隊の最も顕著な指揮官たちを買収して堕落させておき、彼ら自身も意図的にサボタージュを行い、あらゆる機会に臆病な振る舞いをしたため、容易に敵を圧倒できたはずであるにもかかわらず、最終的には多くの負傷者を出して都市から撃退された。
§5.4.13ὁ δὲ βασιλεύς, ὁρῶν ἀποδειλιῶντας μὲν τοὺς ἡγεμόνας, τραυματίας δὲ καὶ πλείους γεγονότας τῶν Μακεδόνων, τῆς μὲν πολιορκίας ἀπέστη, περὶ δὲ τῶν ἑξῆς ἐβουλεύετο μετὰ τῶν φίλων.
王は、指揮官たちが臆病風を吹かせ、マケドニア兵の多くが負傷したのを見ると、包囲戦を断念し、次の行動について友人たちと協議した。