§5.4.1διὸ καὶ πρός τε τὴν συναγωγὴν τῶν συμμάχων εὐφυῶς ἐχούσης καὶ κατὰ τῆς τῶν πολεμίων καὶ πρὸ τῆς τῶν φίλων χώρας εὐκαίρως κειμένης, ἔσπευδε χειρωσάμενος ὑφʼ αὑτὸν ποιήσασθαι τὴν νῆσον.
因此,由于该岛在地势上便于集结盟军,且既处于针对敌方领土的有利位置,又位于友方领土的前方,他急于征服该岛并将其置于自己的统治之下。
§5.4.2συνθεωρῶν δὲ τὰ μὲν ἄλλα πάντα μέρη τῆς πόλεως τὰ μὲν θαλάττῃ, τὰ δὲ κρημνοῖς περιεχόμενα, βραχὺν δέ τινα τόπον ἐπίπεδον αὐτῆς ὑπάρχοντα, τὸ πρὸς τὴν Ζάκυνθον ἐστραμμένον, τῇδε διενοεῖτο προσάγειν ἔργα καὶ τῇδε τὴν ὅλην συνίστασθαι πολιορκίαν. §5.4.3ὁ μὲν οὖν βασιλεὺς περὶ ταῦτα καὶ πρὸς τούτοις ἦν.
他注意到,该城市的其他所有部分,要么被大海包围,要么被悬崖阻隔,只有朝向扎金索斯的一小块平坦土地,于是他决定从这里推进攻城器械,并在该处展开整个围攻行动。
κατὰ δὲ τὸν καιρὸν τοῦτον πεντεκαίδεκα μὲν ἧκον λέμβοι παρὰ Σκερδιλαΐδου — τοὺς γὰρ πλείστους ἐκωλύθη πέμψαι διὰ τὰς γενομένας ἐπιβουλὰς καὶ ταραχὰς περὶ τοὺς κατὰ τὴν Ἰλλυρίδα πολιδυνάστας — §5.4.4ἧκον δὲ καὶ παρʼ Ἠπειρωτῶν καὶ παρʼ Ἀκαρνάνων ἔτι δὲ Μεσσηνίων οἱ διαταχθέντες σύμμαχοι· §5.4.5τῆς γὰρ τῶν Φιαλέων πόλεως ἐξαιρεθείσης ἀπροφασίστως τὸ λοιπὸν ἤδη μετεῖχον Μεσσήνιοι τοῦ πολέμου.
正当国王致力于并热衷于这些事务时,大约在此时,来自斯凯尔迪莱达斯的十五艘轻快船抵达了——因为由于伊利里亚地区小君主之间发生的阴谋和骚乱,他被阻碍了派遣大部分船只—— 此外,受命集结的盟军也从伊庇鲁斯人、阿卡纳尼亚人以及麦塞尼亚人那里抵达了;因为自从菲亚雷亚人的城市被攻占后,麦塞尼亚人此后便毫无借口地参与到战争中来。
§5.4.6τῶν δὲ πρὸς τὴν πολιορκίαν ἡτοιμασμένων, διαθεὶς τὰ βέλη καὶ τοὺς πετροβόλους κατὰ τοὺς ἁρμόζοντας τόπους πρὸς τὸ κωλύειν τοὺς ἀμυνομένους, παρακαλέσας τοὺς Μακεδόνας ὁ βασιλεὺς προσῆγε τὰς μηχανὰς τοῖς τείχεσι καὶ διὰ τούτων τοῖς ὀρύγμασιν ἐνεχείρει.
当围攻的准备工作就绪后,国王在适当的位置部署了投射武器和投石机以阻碍防御者,并在鼓舞了马其顿人之后,将攻城器械推向城墙,并通过这些器械着手进行挖掘坑道。
§5.4.7ταχὺ δὲ τοῦ τείχους ἐπὶ δύο πλέθρα κρεμασθέντος διὰ τὴν ἐν τοῖς ἔργοις προθυμίαν τῶν Μακεδόνων, ἐγγίσας τοῖς τείχεσιν ὁ βασιλεὺς παρῄνει τοῖς ἐν τῇ πόλει τίθεσθαι πρὸς αὑτὸν τὴν εἰρήνην.
由于马其顿人在作业中的热忱,城墙很快有两普勒特拉宽的部分被掏空并用支柱撑起,国王靠近城墙,劝告城内的人们与他讲和。
§5.4.8τῶν δὲ παρακουόντων, ἐμβαλὼν πῦρ τοῖς ἐρείσμασιν ὁμοῦ πᾶν τὸ διεστυλωμένον κατέβαλε τεῖχος.
但由于他们不予理睬,他便纵火烧毁了支撑物,将所有用支柱撑着的城墙顿时全部推倒。
§5.4.9οὗ γενομένου, πρώτους ἐφῆκε τοὺς πελταστὰς τοὺς ὑπὸ Λεόντιον ταττομένους, σπειρηδὸν τάξας καὶ παραγγείλας βιάζεσθαι διὰ τοῦ πτώματος.
这事发生后,他首先派出了由莱翁提乌斯指挥的轻盾兵,将他们按大队整队,并命令他们强行通过塌陷处突破。
§5.4.10οἱ δὲ περὶ τὸν Λεόντιον, τηροῦντες τὰ πρὸς τὸν Ἀπελλῆν συγκείμενα, τρὶς ἑξῆς τοὺς νεανίσκους ὑπερβάντας τὸ πτῶμα διέτρεψαν τοῦ μὴ τελεσιουργῆσαι τὴν κατάληψιν τῆς πόλεως· §5.4.11καὶ προδιεφθαρκότες μὲν τοὺς ἐπιφανεστάτους τῶν κατὰ μέρος ἡγεμόνων, ἐθελοκακοῦντες δὲ καὶ παρʼ ἕκαστον ἀποδειλιῶντες αὐτοί, §5.4.12τέλος ἐξέπεσον ἐκ τῆς πόλεως πολλὰς πληγὰς λαβόντες, καίπερ εὐχερῶς δυνάμενοι κρατῆσαι τῶν πολεμίων.
然而,莱翁提乌斯及其部下恪守与阿佩莱斯的密约,连续三次在青年士兵越过塌陷处时使他们退却,以防他们完成对城市的占领;他们不仅预先收买了各分队中最杰出的指挥官,而且自己也蓄意怠工,并在每次行动中都表现得畏首畏尾,最终,尽管他们本可以轻易战胜敌人,却在遭受了许多创伤后,从城市中退缩了出来。
§5.4.13ὁ δὲ βασιλεύς, ὁρῶν ἀποδειλιῶντας μὲν τοὺς ἡγεμόνας, τραυματίας δὲ καὶ πλείους γεγονότας τῶν Μακεδόνων, τῆς μὲν πολιορκίας ἀπέστη, περὶ δὲ τῶν ἑξῆς ἐβουλεύετο μετὰ τῶν φίλων.
国王看到指挥官们表现畏缩,且马其顿人中受伤者甚多,便放弃了围攻,并与友人商议下一步的行动。