§5.3.1κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Δωρίμαχος ὁ τῶν Αἰτωλῶν στρατηγὸς Ἀγέλαον καὶ Σκόπαν ἐξαπέστειλε τοῖς Ἠλείοις μετὰ Νεοκρήτων πεντακοσίων·
同時期に、アイトリア人の将軍ドリマコスは、五百人のネオクレタ人を伴わせて、アゲラオスとスコパスをエリウス人のもとへと派遣した。
οἱ δʼ Ἠλεῖοι δεδιότες μὴ τὴν Κυλλήνην ὁ Φίλιππος ἐπιβάληται πολιορκεῖν, στρατιώτας τε μισθοφόρους συνήθροιζον καὶ τοὺς πολιτικοὺς ἡτοίμαζον, ὠχυροῦντο δὲ καὶ τὴν Κυλλήνην ἐπιμελῶς.
一方、エリウス人はフィリッポスがキュレネを包囲攻撃しようと企てるのを恐れ、傭兵を集め、市民兵を準備するとともに、キュレネを丹念に要塞化した。
§5.3.2εἰς ἃ βλέπων ὁ Φίλιππος, τούς τε τῶν Ἀχαιῶν μισθοφόρους καὶ τῶν παρʼ αὑτῷ Κρητῶν καὶ τῶν Γαλατικῶν ἱππέων τινάς, σὺν δὲ τούτοις τῶν ἐξ Ἀχαΐας ἐπιλέκτων εἰς δισχιλίους πεζοὺς ἁθροίσας, ἐν τῇ τῶν Δυμαίων πόλει κατέλειπεν, ἅμα μὲν ἐφεδρείας ἔχοντας, ἅμα δὲ προφυλακῆς τάξιν πρὸς τὸν ἀπὸ τῆς Ἠλείας φόβον.
これを考慮してフィリッポスは、アカイア人の傭兵、自身の側のクレタ兵、ガラティア人の騎兵の一部、さらにこれらに加えてアカイアの精鋭からなる約二千人の歩兵を集め、デュメ人の都市に、一方で予備の役割を、他方でエリウス地方からの恐怖に対する防備の役割を持たせて残した。
§5.3.3αὐτὸς δʼ, ἔτι πρότερον γεγραφὼς τοῖς Μεσσηνίοις καὶ τοῖς Ἠπειρώταις, ἔτι δὲ τοῖς Ἀκαρνᾶσι καὶ Σκερδιλαΐδᾳ, πληροῦν ἑκάστοις τὰ παρʼ αὑτοῖς πλοῖα καὶ συναντᾶν εἰς Κεφαλληνίαν, ἀναχθεὶς ἐκ τῶν Πατρῶν κατὰ τὴν σύνταξιν ἔπλει, καὶ προσέσχε τῆς Κεφαλληνίας κατὰ Πρόννους.
自身は、それより前にすでにメッセニア人、エペイロス人、アカルナニア人、そしてスケルディライダスに対して、各自の手元にある船に人員を満たしてケファレニアで合流するよう手紙を書いておいたので、パトラスから出帆して取り決めに従って航海し、ケファレニアのプロンノイ付近に接岸した。
§5.3.4ὁρῶν δὲ τό τε πολισμάτιον [τοὺς Πρόννους] δυσπολιόρκητον ὂν καὶ τὴν χώραν στενήν, παρέπλει τῷ στόλῳ, καὶ καθωρμίσθη πρὸς τὴν τῶν Παλαιῶν πόλιν.
しかし、このプロンノイの小都市が包囲困難であり、領土が狭いことを見て取ると、艦隊を率いて通り過ぎ、パレ人の都市に停泊した。
§5.3.5συνιδὼν δὲ ταύτην τὴν χώραν γέμουσαν σίτου καὶ δυναμένην τρέφειν στρατόπεδον, τὴν μὲν δύναμιν ἐκβιβάσας προσεστρατοπέδευσε τῇ πόλει, τὰς δὲ ναῦς συνορμίσας τάφρῳ καὶ χάρακι περιέλαβε, τοὺς δὲ Μακεδόνας ἐφῆκε σιτολογεῖν.
この地が穀物に満ち、軍隊を養うことができることを見定めると、軍隊を上陸させて都市の近くに宿営させ、船を並べて係留して堀と杭で囲み、マケドニア兵たちに食糧調達を許した。
§5.3.6αὐτὸς δὲ περιῄει τὴν πόλιν, ἐπισκοπῶν πῶς δυνατὸν εἴη προσάγειν ἔργα τῷ τείχει καὶ μηχανάς, βουλόμενος ἅμα μὲν προσδέξασθαι τοὺς συμμάχους, ἅμα δὲ τὴν πόλιν ἐξελεῖν,
自身は都市の周囲を巡り、壁に対してどのように攻城具や兵器を接近させることが可能であるかを調査した。 一方で同盟軍を待ち受け、他方で都市を攻略したいと望んでいたからである。
§5.3.7ἵνα πρῶτον μὲν Αἰτωλῶν παρέληται τὴν ἀναγκαιοτάτην ὑπηρεσίαν — ταῖς γὰρ τῶν Κεφαλλήνων ναυσὶ χρώμενοι τάς τʼ εἰς Πελοπόννησον ἐποιοῦντο διαβάσεις καὶ τὰς Ἠπειρωτῶν ἔτι δʼ Ἀκαρνάνων ἐπόρθουν παραλίας — §5.3.8δεύτερον δʼ ἵνα παρασκευάσῃ μὲν αὑτῷ, παρασκευάσῃ δὲ τοῖς συμμάχοις ὁρμητήριον εὐφυὲς κατὰ τῆς τῶν πολεμίων χώρας.
それは第一に、アイトリア人から最も不可欠な支援を奪うためであった。 というのも、彼らはケファレニア人の船を用いてペロポネソスへの渡航を行い、エペイロス人やさらにアカルナニア人の沿岸地域を略奪していたからである―― 第二に、自身にとっても同盟軍にとっても、敵の領土に対する好都合な出撃拠点を用意するためであった。
§5.3.9ἡ γὰρ Κεφαλληνία κεῖται μὲν κατὰ τὸν Κορινθιακὸν κόλπον ὡς εἰς τὸ Σικελικὸν ἀνατείνουσα πέλαγος, §5.3.10ἐπίκειται δὲ τῆς μὲν Πελοποννήσου τοῖς πρὸς ἄρκτον καὶ πρὸς ἑσπέραν μέρεσι κεκλιμένοις καὶ μάλιστα τῇ τῶν Ἠλείων χώρᾳ, τῆς δʼ Ἠπείρου καὶ τῆς Αἰτωλίας ἔτι δὲ τῆς Ἀκαρνανίας τοῖς πρὸς μεσημβρίαν καὶ πρὸς τὰς δύσεις μέρεσιν ἐστραμμένοις.
実際、ケファレニアはコリントス湾に面して位置し、シケリア海へと突き出るような形をしており、ペロポネソスの北および西に傾いた部分、特にエリウス人の領土に臨んでおり、またエペイロス、アイトリア、さらにアカルナニアの南および西に向いた部分に臨んでいる。