§5.35.1οὗτος γάρ, ἕως μὲν ὁ προσαγορευόμενος Εὐεργέτης ἔζη, πρὸς ὃν ἐποιήσατο τὴν κοινωνίαν τῶν πραγμάτων καὶ τὰς πίστεις, ἦγε τὴν ἡσυχίαν, πεπεισμένος ἀεὶ διʼ ἐκείνου τεύξεσθαι τῆς καθηκούσης ἐπικουρίας εἰς τὸ τὴν πατρῴαν ἀνακτήσασθαι βασιλείαν·
というのも彼(クレオメネス)は、エウエルゲテスと呼ばれる王(彼と国政の協力関係および誓約を交わした相手であった)が存命している間は、父祖の王国を取り戻すために必要な援助を、彼を通じて常に得られると信じて、平穏を保っていたからである。
§5.35.2ἐπεὶ δʼ ἐκεῖνος μὲν μετήλλαξε, προῄει δʼ ὁ χρόνος, οἱ δὲ κατὰ τὴν Ἑλλάδα καιροὶ μόνον οὐκ ἐπʼ ὀνόματος ἐκάλουν τὸν Κλεομένην, μετηλλαχότος μὲν Ἀντιγόνου, πολεμουμένων δὲ τῶν Ἀχαιῶν, κοινωνούντων δὲ τῶν Λακεδαιμονίων Αἰτωλοῖς τῆς πρὸς Ἀχαιοὺς καὶ Μακεδόνας ἀπεχθείας κατὰ τὴν ἐξ ἀρχῆς ἐπιβολὴν καὶ πρόθεσιν τὴν Κλεομένους,
しかし、その王が世を去り、時が流れると、ギリシアの情勢は、アンティゴノスが世を去り、アカイア同盟が戦争に巻き込まれ、ラケダイモン人たちが当初のクレオメネスの計画と意図に従って、アカイア同盟およびマケドニア人に対する敵意においてアイトリア同盟と同調していることから、ほとんどクレオメネスの名を直接指し呼ぶかのようになった。
§5.35.3τότε δὴ καὶ μᾶλλον ἠναγκάζετο σπεύδειν καὶ φιλοτιμεῖσθαι περὶ τῆς ἐξ Ἀλεξανδρείας ἀπαλλαγῆς.
その時こそ、彼はアレクサンドリアからの出発を急ぎ、それに熱意を傾けることをいっそう強く迫られた。
§5.35.4διόπερ τὸ μὲν πρῶτον ἐντεύξεις ἐποιεῖτο, παρακαλῶν μετὰ χορηγίας τῆς καθηκούσης καὶ δυνάμεως αὐτὸν ἐκπέμψαι, §5.35.5μετὰ δὲ ταῦτα παρακουόμενος ἠξίου μετὰ δεήσεως μόνον αὐτὸν ἀπολῦσαι μετὰ τῶν ἰδίων οἰκετῶν· τοὺς γὰρ καιροὺς ἱκανὰς ὑποδεικνύειν ἀφορμὰς αὐτῷ πρὸς τὸ καθικέσθαι τῆς πατρῴας ἀρχῆς.
それゆえ、最初のうちは、必要な軍資金や軍隊を伴って自分を送り出してくれるよう懇願する請願を行っていたが、その後は聞き入れられないと知ると、せめて自身の召使たちとともに自分を解放してほしいと哀願し、時勢は彼に父祖の支配権を回復するための十分な足がかりを示していると主張した。
ὁ μὲν οὖν βασιλεύς, §5.35.6οὔτʼ ἐφιστάνων [ἐν] οὐδενὶ τῶν τοιούτων οὔτε προνοούμενος τοῦ μέλλοντος διὰ τὰς προειρημένας αἰτίας, εὐήθως καὶ ἀλόγως ἀεὶ παρήκουε τοῦ Κλεομένους.
さて、王の側は、前述の理由によって、このような事柄のいずれにも注意を払わず、将来を見通すこともなかったため、愚かにも、また理性を欠いて、常にクレオメネスの言葉を無視し続けた。
§5.35.7οἱ δὲ περὶ τὸν Σωσίβιον — οὗτος γὰρ μάλιστα τότε προεστάτει τῶν πραγμάτων — συνεδρεύσαντες τοιαύτας τινὰς ἐποιήσαντο περὶ αὐτοῦ διαλήψεις.
しかしソシビオス(当時、国政を最も主導していた人物)の一派は、合議の上、彼に関して次のような判断を下した。
§5.35.8μετὰ μὲν γὰρ στόλου καὶ χορηγίας ἐκπέμπειν αὐτὸν οὐκ ἔκρινον, καταφρονοῦντες τῶν ἔξω πραγμάτων διὰ τὸ μετηλλαχέναι τὸν Ἀντίγονον καὶ νομίζειν μάταιον αὑτοῖς ἔσεσθαι τὴν εἰς ταῦτα δαπάνην.
すなわち、艦隊や軍資金を伴って彼を送り出すことはしないと決定した。 彼らはアンティゴノスが死亡したために国外の情勢を軽視しており、それに対する支出は自分たちにとって無駄になると考えたからである。
§5.35.9πρὸς δὲ τούτοις ἠγωνίων μή ποτε μετηλλαχότος μὲν Ἀντιγόνου, τῶν δὲ λοιπῶν μηδενὸς ὑπάρχοντος ἀντιπάλου, ταχέως ἀκονιτὶ τὰ κατὰ τὴν Ἑλλάδα ποιησάμενος ὑφʼ αὑτὸν βαρὺς καὶ φοβερὸς αὐτὸς ὁ Κλεομένης ἀνταγωνιστὴς σφίσι γένηται,
これに加えて彼らが恐れたのは、アンティゴノスが死亡し、他に敵対する者が誰もいなくなった状況で、クレオメネス自身がギリシアの情勢を迅速かつ難なく掌中に収めたのち、強大で恐るべき敵対者となって自分たちの前に立ちはだかるのではないか、ということであった。
§5.35.10τεθεαμένος μὲν ὑπʼ αὐγὰς αὐτῶν τὰ πράγματα, κατεγνωκὼς δὲ τοῦ βασιλέως, θεωρῶν δὲ πολλὰ τὰ παρακρεμάμενα μέρη καὶ μακρὰν ἀπεσπασμένα τῆς βασιλείας καὶ πολλὰς ἀφορμὰς ἔχοντα πρὸς πραγμάτων λόγον·
彼は、彼らの国政のあり方を間近で観察し、王を軽蔑しており、また王国から遊離して遠く離れてしまっている多くの領域があり、それらが反乱の多くの足がかりを持っているのを目にしていたからである。
§5.35.11καὶ γὰρ ναῦς ἐν τοῖς κατὰ Σάμον ἦσαν τόποις οὐκ ὀλίγαι καὶ στρατιωτῶν πλῆθος ἐν τοῖς κατʼ Ἔφεσον.
実際、サモス近辺 of の地域には少なからぬ船があり、エフェソス近辺には多数の兵士がいたのである。
§5.35.12διὰ ταῦτα μὲν οὖν τὴν ἐπιβολήν, ὥστʼ ἐκπέμπειν αὐτὸν μετὰ χορηγίας, ἀπεδοκίμασαν διὰ τὰς προειρημένας αἰτίας·
それゆえ彼らは、前述の理由から、軍資金を伴って彼を送り出すという計画を退けた。
τό γε μὴν ὀλιγωρήσαντας ἄνδρα τοιοῦτον ἐξαποστεῖλαι, πρόδηλον ἐχθρὸν καὶ πολέμιον, οὐδαμῶς ἡγοῦντο σφίσι συμφέρειν.
しかしその一方で、これほど有能な人物であり、今や明らかな仇敵となった者を、無視した状態で送り出すことは、自分たちにとって決して利益にならないと考えた。
§5.35.13λοιπὸν ἦν ἄκοντα κατέχειν.
残された道は、本人の意志に反して留め置くことであった。
τοῦτο δʼ αὐτόθεν καὶ χωρὶς λόγου πάντες μὲν ἀπεδοκίμαζον, οὐκ ἀσφαλὲς νομίζοντες εἶναι λέοντι καὶ προβάτοις ὁμοῦ ποιεῖσθαι τὴν ἔπαυλιν·
しかし、このこと自体は、ライオンと羊を同じ囲いに飼うのは安全ではないと考えて、誰しもが直感的に、また議論の余地なく却下した。
μάλιστα δὲ τοῦτο τὸ μέρος ὁ Σωσίβιος ὑφεωρᾶτο διά τινα τοιαύτην αἰ
とりわけソシビオスは、何か次のような理由のゆえに、この選択肢を警戒していた。